Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.298
Not analysed yet
ἀποφυγὴν τοῦ οὔρου τοῦ δηλοῦντος τὸν ἄνεμον. ἄλλως γὰρ τὰ εἰς ρος δισύλλαβα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον βαρύνονται, κοῦρος ὁ νέος, θοῦρος ὁ ὁρμητικός, οὖρος ὁ ἄνεμος. δῆλον δὲ ὅτι, ὡς ἐν τῷ μοῦνος Θερσίτης καὶ νοῦσος κακή καὶ λάϊνος οὐδός καὶ ἴκμενος οὖρος, οὕτω καὶ ἐν τῷ οὐρός ὁ πλεονασμὸς τοῦ υ σχῆμα ποιεῖ, ὅ φασιν οἱ γραμματικοὶ ἐπένθεσιν, ἥτις καὶ ψιλοῖ τὰ δασέα, ὡς ὁ οὐδὸς δηλοῖ καὶ ὁ περιορισμός, οὖρος, καὶ ὁ εὔκηλος. (v. 154) Νηῶν δὲ καὶ νῦν ἕρματα τὰ ὑποκείμενα ταῖς ναυσὶ λέγει ξύλα ἔξω περὶ τὴν ἄμμον, ἐφ' ὧν ὀχούμεναι αἱ νῆες ἑδράζονται καὶ ἐρείδονται. τὸ δὲ ταῦτα ὑφέλκειν ἐν τῷ μέλλειν ἀποπλέειν τὴν νῆα ὑφαιρεῖν λέγει ὁ ποιητής. οἱ δὲ μεθ' Ὅμηρον ἐπὶ τοῦ κλέπτειν τιθέασι τὴν λέξιν, ὡς καὶ τὸ ὑφελέσθαι, ἀφ' οὗ καὶ τὸν φιλήτην παράγουσί τινες τῶν παλαιῶν σχολιαστῶν Ἡσιόδου, ἵνα ᾖ φιλήτης, ὁ παρ' Ἡσιόδῳ, μὴ ἀπὸ τοῦ φηλῶ φηλήσω, τὸ ἀπατῶ—αὐτὸ γὰρ τρίτης ἐστὶ συζυγίας, ὡς δηλοῖ παρὰ Λυκόφρονι τὸ «φηλώσας πρόμον»—ἀλλὰ ὁ κλέπτης παρὰ τὸ ὑφελεῖν, οἱονεὶ ὑφειλήτης διὰ διφθόγγου καὶ ἀφαιρέσει τοῦ υ καὶ ἀπελεύσει τοῦ ε φιλήτης διὰ τοῦ ι, ὡς ἂν τῷ σημαινομένῳ τοῦ ὑφειλέτου συνεξομοιωθῇ καὶ ἡ γραφὴ τῆς λέξεως ὑποκλαπεῖσά τι τῆς διφθόγγου, ὡς καὶ τοῦτο δοκεῖ τοῖς παλαιοῖς. Δῆλον δὲ ὅτι καὶ ἄλλαι τοιαῦται δίφθογγοι ἐξαιροῦνται τοῦ ε δι' αἰτίας ἀστείας, ὡς δηλοῖ ἡ ἰδέα καὶ αἱ χιράδες καὶ ὁ λιμός, ὡς ἀλλαχοῦ εἴρηται, καὶ μάλιστα ἐν τοῖς τοῦ Περιηγητοῦ· [Ὧν δὴ τριῶν λέξεων ἡ μὲν φιλόσοφος ἰδέα ὡς ἀσώματος καὶ ἀσύνθετος ἁπλουστέραν τοῦ φυσικοῦ εἴδους προσφυῶς ἔχει γραφήν, αἱ δὲ χιράδες ἤτοι ῥαγάδες τῶν χειρῶν τῇ ἀπελεύσει τοῦ ε τῆς διφθόγγου τὸ ἐκ τῶν χειρῶν δηλοῦσιν ἀπεληλυθός· ὁ δὲ ἐκ τοῦ λείπω λιμὸς τὸ τῶν λιμωττόντων, φασίν, ἐμφαίνει ἰσχνὸν τῇ διὰ τοῦ ι μόνου γραφῇ. (v. 155) Ἰστέον δὲ καὶ ὅτι ἐν τούτοις κεῖται πληθυντικὸν Ἀττικὸν τὸ ὑπέρμορα ἀντὶ τοῦ ὑπὲρ τὸ μεμοιραμένον ἤγουν ὑπὲρ τὸ μοιρίδιον, οὗ τὸ ἑνικὸν ἔν τε ἄλλοις καὶ ἐν