# Commentarii ad Homeri Iliadem 1.299

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.299

Ὀδυσσείᾳ ὑπέρμορον, ὧν πρωτότυπον καὶ κοινότερον καὶ σαφέστερον τὸ ὑπὲρ μοῖραν, οἷον «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἴσω».] (v. 156 ss.) Ὅτι τὴν Ἥραν ἐνταῦθα ποιῶν βουλευομένην ὁ Ὅμηρος καὶ λέγουσαν διαπορητικῶς πρὸς τὴν Ἀθηνᾶν [»ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,] οὕτω δὴ οἱ Ἕλληνες φεύξονται, λιπόντες εὐχωλήν», ἤγουν καύχημα, «τοῖς Τρωσὶ τὴν Ἑλένην» καὶ τὰ ἑξῆς, τὴν Ἡραίαν ἤγουν βασιλικὴν φρόνησιν αἰνίττεται ταῦτα διανοουμένην, ἥτις, ὡς εἰκός, ἐν πολλοῖς μὲν τῶν ἡγεμόνων ἐκινεῖτο, ἐν μόνῳ δὲ τῷ Ὀδυσσεῖ ἐνήργησεν ὀξύτερον, ὃς ἐν ἀρχαῖς ὑπὸ ἀμηχανίας καὶ ἄχους μικρόν τι στὰς διενοήθη καὶ αὐτὰ ταῦτα, ὡς εἰκός, καὶ αὐτὸς εἰς νοῦν ἔλαβεν ὑπαγορευούσης οἷον τῆς Ἀθηνᾶς. Εἶτα μηχανὴν ἀναλαβὼν καὶ ἑαυτὸν ἐρεθίσας εἰς τὸ ἀγανοῖς ἐπέεσσιν ἤγουν ἡμερωτέροις λόγοις, ὡς ῥηθήσεται, κωλύειν ἄνδρα ἕκαστον, εὐθὺς ὥρμησε κοιρανέων καὶ οὕτω διέπων στρατόν, ὡς ἐρεῖ ὁ ποιητής, ἀναστεῖλαι ὡς ἀγχίνους τὸν ὄχλον. τοῦτο γὰρ δηλοῖ τὸ ἀγχοῦ αὐτῷ στῆναι τὴν Ἀθηνᾶν καὶ εἰπεῖν, ἃ εἶπεν. Ἐνταῦθα δὲ καὶ Ἀργείαν τὴν Λακωνικὴν Ἑλένην λέγει ὡς καὶ τῆς Λακεδαίμονος Ἄργους καλουμένης, καθάπερ καὶ ὅλη ποτὲ ἡ Πελοπόννησος. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα παραδηλοῖ ὁ ποιητὴς σοφωτέρας κατὰ τὴν παροιμίαν ἐν ταῖς βουλαῖς εἶναι τὰς δευτέρας φροντίδας. Ἀθηνᾶ μὲν γὰρ [βουλαῖς Ἥρας τῆς, ὡς ἔγνωσται, εἰς βασιλείαν ἀλληγορουμένης] ὑποτίθεται τῷ Ὀδυσσεῖ ἀγανώτερον ἤγουν πραΰτερον τοὺς Ἕλληνας μετελθεῖν φεύγοντας εἰποῦσα· «σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον». ὁ δὲ ἐν τοῖς ἑξῆς φροντίσας διαιρήσει τὸ νόημα καὶ ὃν μὲν ἂν βασιλῆα καὶ ἔξοχον ἄνδρα εὑρήσει, τὸν τοιοῦτον μετέρχεται κατὰ τὴν παραγγελίαν τῆς Ἀθηνᾶς. τοὺς δὲ δημότας οὐ μόνον οὐκ ἀγανοῖς λόγοις δεξιοῦται, ἀλλὰ καὶ ἐπαπειλησάμενος ἐντρίβει καὶ πληγὰς περιττότερόν τι ποιήσας τῆς θεόθεν ὑποθήκης. τοῦτο δὲ σεμνύνει τὸν Ὀδυσσέα, ὅτι καὶ πλεῖόν τι τῆς μυθικῆς Ἀθηνᾶς ἐνενόησε. Τινὲς δὲ σφαλέντα ἐν τοσούτῳ θορύβῳ τὸν Ὀδυσσέα καὶ συνταραχθέντα ἐπιλαθέσθαι φασίν, ὧν ἡ Ἀθηνᾶ συνεβούλευσεν αὐτῷ. Ἀληθῶς μέντοι—ἀφετέον γὰρ τὰ τοῦ μύθου—τὰ μὲν πρῶτα ἡ φρόνησις οὐκ ἐντελῶς ἔλαμψε παρὰ τῷ Ὀδυσσεῖ, ἀλλὰ συγκεχυμένος ἓν μόνον ἐνενόησε τὸ ἀγανοῖς λόγοις ἐπισχεῖν τοὺς Ἀχαιούς· ὕστερον δὲ διελὼν παρ' ἑαυτῷ, ὅτι τοῖς μὲν βασιλεῦσιν ἀγαθὸν τὸ τοιοῦτον, ἄνδρες δὲ θρασεῖς κολακευόμενοι χείρους γίνονται, εἰς πλείονα θρασύτητα ἐπαιρόμενοι, τοὺς μὲν μεγάλους ἑτέρως καθομιλεῖ, τοὺς δὲ μὴ τοιούτους ὡς ἐκείνοις πρέπον μεταχειρίζεται, οἷος ὁ κατὰ σύνεσιν τέλειος, ὃς δηλαδὴ ἐν αὐτοῖς τοῖς καιρίοις ἔχει τὸ μάλιστα ἐνεργὸν καὶ ἐν τοῖς δεινοῖς· Ὀδυσσεὺς γὰρ τὴν μὲν ἀρχὴν οὐκ ἐντελῶς ἐνόησε, πρὸς δὲ αὐτοῖς τοῖς ἀγῶσι γενόμενος ἐντελέστατα φρονεῖ. Σημειωτέον δὲ ὅπως ὁ Ὅμηρος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
