# Commentarii ad Homeri Iliadem 1.300

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.300

αὐξήσας τὴν τοῦ πράγματος περιπέτειαν καὶ εἰς ἄπορον ἀγαγών—ἀμήχανον γὰρ ἀνθρωπίνως ἐπισχεθῆναι τοὺς Ἕλληνας οὕτως, οἷον κατὰ κράτος φεύγοντας ἀκολούθως τῇ τοῦ βασιλέως δημηγορίᾳ, —θεὸν ἐπεισάγει ἀνύοντα τὸ δυσχερὲς ἀνελπίστως ἐπιφανέντα ὥσπερ ἔκ τινος μηχανῆς, τὴν Ἀθηνᾶν δηλαδή. καί φασιν οἱ παλαιοί, ὅτι πρῶτος Ὅμηρος καὶ τοῖς τραγικοῖς ποιηταῖς μηχανὰς εἰσηγάγετο, οἳ πολλαχοῦ τῆς αὐτῶν ποιήσεως θεῖα πρόσωπα μηχανικῶς τῷ θεάτρῳ ἐπεισφέρουσιν. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς εἰς ἴσον πως ἄγει ἀρετὴν καὶ τὸν τῆς ἀρετῆς μετέχοντα. ἐνταῦθα γὰρ ἡ μὲν Ἥρα παραγγέλλει τῇ Ἀθηνᾷ κωλῦσαι τοὺς Ἕλληνας, Ἀθηνᾶ δὲ οὐκ αὐτὴ τοῦτο ποιεῖ, ἀλλ' ἐπιτρέπει τὸ πρᾶγμα τῷ Ὀδυσσεῖ, οἷά τις ἀρχιτέκτων σοφὸς ὑπηρέτην ἐντρεχῆ ἐφευρηκώς· ὁ δὲ Ὀδυσσεύς, ἀνὴρ φρόνησιν ἔχων, ἀνύει ὅπερ αὐτὴ ἔμελλε ποιῆσαι ἡ Ἀθηνᾶ· Ὀδυσσεὺς δὲ τῷ ἔργῳ ἐπιτάσσεται ὑπὸ τῆς Ἀθηνᾶς, οὐ διότι φρονιμώτερος Νέστορος, ἀλλ' ὅτι φρόνησιν ἔμπρακτον εἶχε. Νέστωρ μὲν γὰρ ἤδη πέμπελος ἦν, Ὀδυσσεὺς δὲ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν εἶχεν. (v. 169) Ὅτι τὸν Ὀδυσσέα δῖον ἐν ἄλλοις καὶ διογενῆ λέγων ἐνταῦθα σαφῶς παριστᾷ, ὅτι οὐ μόνον διὰ τὸ ἀρχικὸν τοιαύτας κλήσεις αὐτῷ ἐπιτίθησιν, ἀλλὰ καὶ μάλιστα διὰ τὴν σύνεσιν, εἰπὼν αὐτὸν Διῒ μῆτιν ἀτάλαντον ἤτοι ἴσον τῷ Διῒ κατὰ τὴν βουλήν. ἀλλαχοῦ δὲ θεοῖς ἐναλίγκια μήδεα ἔχοντα ἐρεῖ αὐτόν. ἔστι δὲ κατὰ ἀλληγορίαν τὸ τὸν Ὀδυσσέα ἀτάλαντον εἶναι τῷ Διῒ κατὰ τὴν βουλὴν ὅμοιον, ὡς εἴ τις εἴποι, ὅτι νοῦς ἦν αὐτόχρημα· Ζεὺς γὰρ ἐνταῦθα ὁ νοῦς, δι' οὗ τὸ ζῆν εὖ τοῖς ἀνθρώποις ἐστίν. Ἀτάλαντος δὲ ὁ οἷον ἰσόσταθμος· τὸ α μὲν γὰρ ἐνταῦθα ἰσότητα δηλοῖ κατὰ τοὺς παλαιοὺς ἢ ὁμοιότητα, ὡς καὶ ἐν τῷ ἀδελφός· τάλαντον δέ φαμεν τὸν σταθμόν. Ἰστέον γὰρ ὅτι, ὥσπερ μέδιμνος τό τε σκεῦος τὸ μετροῦν καὶ τὸ ὑπ' αὐτοῦ μετρούμενον, ἔτι δὲ καὶ χοῖνιξ ὁμοίως· λέγομεν γὰρ μέτρον τι χοίνικα· καὶ πῆχυς δὲ αὐτός τε ὁ μετρῶν καὶ τὸ ὑπ' αὐτοῦ μετρούμενον· οὕτω καὶ τάλαντον οὐ μόνον ὁ σταθμός, δι' οὗ τὰ βάρη διακρίνεται τῶν σωμάτων ἐντιθεμένων ταῖς πλάστιγξιν, ἀλλὰ καὶ αὐτὸ βάρος τὸ σταθμώμενον. ἔστιν οὖν ἀτάλαντος ὁ τὸν ἴσον ἕλκων σταθμόν, ἐὰν ταλάντῳ μέλλοι κρίνεσθαι. ὁ δὲ Πορφύριος καὶ αὐτὸς ἀτάλαντον λέγων τὸν ἴσον ἄλλως τὴν λέξιν καθίστησι δεικνύων ἄνισον μὲν εἶναι παρὰ τοῖς παλαιοῖς τὸ τάλαντον, ὡς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
