# Commentarii ad Homeri Iliadem 1.303

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.303

νῦν μετὰ λαὸν Ἀχαιῶν, σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε», ἤγουν κώλυε, «ἄνδρα ἕκαστον», μηδὲ ἔα ποιεῖν τόδε τι.] (v. 182) Ὅτι οὕτως ἐθάδα Ὅμηρος οἶδε τὴν μυθικὴν Ἀθηνᾶν εἶναι τῷ Ὀδυσσεῖ, ὥστε ἅμα τε αὐτὴν φωνῆσαι καὶ τὸν Ὀδυσσέα αἰσθέσθαι, ὅτι Ἀθηνᾶ ἦν ἡ λαλοῦσα. φησὶ γοῦν· «ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης». κἀντεῦθεν ὁ φιλόμηρος Σοφοκλῆς λαβὼν ἀφορμὴν ποιεῖ τὸν Ὀδυσσέα ἐν τῷ μαστιγοφόρῳ Αἴαντι ἀπὸ λαλιᾶς ἀναγνωρίζοντα παρεῖναι τὴν Ἀθηνᾶν, ἐν οἷς λέγει· «ὡς εὐμαθές σου τὸ φώνημ' ἀκούω, κἂν ἄποπτος ᾖς». Ἰστέον δὲ ὅτι οὐ πάνυ δῆλον ἐνταῦθα τὸ ξυνέηκεν, εἴτε γενικῇ συντέτακται, εἴτε αἰτιατικῇ. οὐ γὰρ εὐδιάκριτον, εἴτε ξυνέηκε θεᾶς ἀναγνωστέον φωνησάσης ὄπα, εἴτε ξυνέηκε τὴν ὄπα τῆς θεᾶς. (v. 183) Ὅτι πολλάκις ἡ ἐν τοῖς καιριωτάτοις σπουδὴ παραιρεῖται καὶ τὴν λαλιὰν οὐ δυναμένου τοῦ σπεύδοντος λόγοις τε καὶ ἔργοις ἐπιμερίσαι τὴν ἀκμὴν τοῦ καιροῦ. Ὀδυσσεὺς γοῦν ὁ ἐν Ὀδυσσείᾳ πολλὰ διαλεγόμενος τῇ Ἀθηνᾷ ἐνταῦθα οὐδὲ τὸ τυχὸν αὐτῇ προσφθέγγεται, ἀλλὰ κελευσθεὶς κωλύειν φῶτα ἕκαστον φεύγοντα εὐθὺς ἔχεται τοῦ ἔργου· ἤπειγε γὰρ ὁ καιρός. (v. 183—6) Ὅθεν ἅμα τῇ φωνῇ τῆς Ἀθηνᾶς, ἥτις ἦν ἡ ἐν αὐτῷ λαλοῦσα σύνεσις, ἔβη θέειν, ἀπὸ δὲ χλαῖναν βάλεν, ἤτοι ἀπέβαλεν, ἔρριψε· τὴν δὲ ἐκόμισε κῆρυξ Εὐρυβάτης Ἰθακήσιος, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν πλατύτερον εἴρηται. ἕτερος οὗτος, καθὰ καὶ προγέγραπται, παρὰ τὸν ὑπουργοῦντα τῷ Ἀγαμέμνονι. Ὁ δ' αὐτὸς Ὀδυσσεὺς καὶ τοῦ Ἀγαμέμνονος ἀντίος ἐλθὼν ἐφθέγξατο μὲν οὐδ' ὅλως οὐδέν, ἐδέξατο δὲ αὐτοῦ τὸ σκῆπτρον, σὺν ᾧ ἔβη κατὰ νῆας Ἀχαιῶν, ποιήσων ἃ ἔμελλε ποιήσειν, μικροῦ καὶ ἀφαρπάσας τοῦ βασιλέως τὸ σκῆπτρον. διόπερ οὐδὲ ἐκεῖνος καιρὸν ἔσχε λαλῆσαί τι πρὸς αὐτόν, εἰ μή που τυχὸν κατὰ τὸ σιωπώμενον. Ἰστέον δὲ ὅτι ἀπέβαλεν Ὀδυσσεὺς τὴν χλαῖναν, ὡς οἱ παλαιοί φασιν, ἢ αὐτομάτως πεσοῦσαν κατὰ σπουδήν—ἔοικε γὰρ μανδυοειδὲς ἡ χλαῖνα εἶναι περίβλημα—ἢ ἵνα ταπεινὸς ὑπηρέτης βασιλικῶν δογμάτων εἶναι δοκῇ καὶ οὕτω γίνοιτο δι' αἰδοῦς τοῖς Ἕλλησιν, ἢ διὰ τὸ εὐπερίσταλτον, ἵνα ἐν τῷ θέειν ῥᾷον τρέχοι, ἤδη δὲ καὶ ἵνα τῷ παραδόξῳ τῆς θέας ἐπιστρέφῃ τοὺς πολλούς, ὥσπερ ἄλλον τρόπον ὁ Ἀγαμέμνων ἀλλαχοῦ πορφύρεον μέγα φᾶρος οὐκ ἀποβάλλει, ἀλλὰ ἔχων τῇ χειρὶ καὶ διακινῶν αὐτὸ ἐπιστρέφει τοὺς Ἕλληνας εἰς ἑαυτόν. (v. 186) Σκῆπτρον δὲ ἀπὸ τοῦ βασιλέως λαμβάνει, ὡς ἄν, ἐπειδὰν κοιρανέων διέπῃ τὸν στρατόν, ἤτοι βασιλικὰ δρῶν, ἔχῃ σύμβολον αὐτὸ τοῦ ἐκ βασιλέως λέγειν τε καὶ ποιεῖν, ὡς ἐκεῖθεν τὴν κατὰ τῶν ἀκοσμούντων λαβὼν ἐξουσίαν καὶ μὴ ἀντιπράττων ἁπλῶς οἷς ὁ βασιλεὺς ἐδημηγόρησεν. οἶδε γὰρ ὅπως οἱ Ἀχαιοὶ πείθονται τῷ βασιλεῖ. (v. 188—200) Ὅτι οὐ τὸν αὐτὸν τρόπον Ὀδυσσεὺς μετέρχεται φεύγοντας τούς τε βασιλεῖς τούς τε δημότας, ἀλλ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
