# Commentarii ad Homeri Iliadem 1.317

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.317

ποταμὸς ἐν ᾍδου Ἀχρέων καὶ κατὰ μετάθεσιν τοῦ ε Ἀχέρων, οὕτω καὶ τὸ θέω, τὸ τρέχω, ὑπερβιβασθὲν καὶ γενόμενον ἔθω πεποίηκε τὸ ἐπενήνοθεν, ὅπερ ἐστὶ χρόνου μέσου παρακειμένου. ἔστι γὰρ ἔθω καὶ μετὰ προθέσεως ἐνέθω, οὗ μέσος παρακείμενος ἤνοθα, ἐξ οὗ τὸ ἐπενήνοθα τῆς πρώτης ἐκείνης προθέσεως τῆς ἐν τῷ ἐνεστῶτι αὐξηθείσης καὶ μὴ προσλογισθείσης εἰς πρόθεσιν διὰ τὸ καθ' ἕξιν συγκεῖσθαι, ὁποῖόν τι καὶ ἐν τῷ καμμύω γέγονε. κἀνταῦθα γὰρ ἡ κατά πρόθεσις καθ' ἕξιν σύγκειται καὶ οὐ λογίζεται παρακεῖσθαι τῷ μύω ῥήματι καὶ διὰ τοῦτο λογιζόμενον ὡς ἁπλοῦν οὐκ αὐξάνει ἔσωθεν ὡς τὰ ἐκ προθέσεως συγκείμενα ῥήματα, ἀλλὰ καὶ ἔξωθεν· οὐ γὰρ μόνον κατέμυσέ φαμεν ἀλλὰ καὶ ἐκάμμυσεν. Ἰστέον δὲ ὅτι καθ' ὁμοιότητα τοῦ ἤνοθα κανονίζεται καὶ τὸ ἔολπα καὶ ἔοργα μέσου καὶ αὐτὰ ὄντα παρακειμένου. Τινὲς δὲ ἐπενήνοθέ φασιν ἀντὶ τοῦ ἐπεκινεῖτο ἀπὸ τοῦ ὄθω, τὸ κινῶ, κατὰ κλίσιν ὁμοίαν μέσου παρακειμένου. (v. 220) Τὸ δὲ τὸν Θερσίτην ἔχθιστον εἶναι μάλιστα τῷ Ἀχιλλεῖ καὶ τῷ Ὀδυσσεῖ, οὐ μόνον φίλους ἀλλήλοις δεικνύει τοὺς ἥρωας, ὡς εἰκὸς ὂν τοὺς τοιούτους τὸν αὐτὸν ἔχειν ἐχθρόν, ἀλλὰ καὶ πάνυ μισοπονήρους ἀποφαίνει· οὐ γὰρ ἂν ὁ Θερσίτης οὕτως ἐμίσει αὐτούς, εἰ μὴ τὰ ὅμοια ἔπασχε μισούμενος. τάχα δὲ καί, ἐπεὶ ἐν τοῖς πρώτοις τῶν ἀριστέων ἦσαν ὅ τε Ἀχιλλεὺς καὶ ὁ Ὀδυσσεύς, ἐφιλοτιμεῖτο τὴν πρὸς ἐκείνους ἔριν μάλιστα ὁ Θερσίτης ἀντεξισούμενος αὐτοῖς· διὸ καὶ ἦν ἔχθιστος. Ἡ δὲ νεωτέρα ἱστορία καὶ ἀναιρεθῆναι τὸν Θερσίτην ὑπ' Ἀχιλλέως λέγει κονδυλισθέντα, ὁπηνίκα τὴν Ἀμαζόνα Πενθεσίλειαν ἐκεῖνος ἀνελὼν οἶκτον ἔσχεν ἐπὶ τῇ κειμένῃ. ὁ μὲν γὰρ ἐθαύμαζε τὸ κάλλος καὶ ὡς καλὴν ἅμα καὶ ἀνδρείαν ἀνδρειότατος καὶ κάλλιστος ἠλέει κειμένην τὸ ὅμοιον οἰκτιζόμενος· ὁ δέ, ὡς εἴρηται, πιθηκόμορφος ἐπὶ λαγνείᾳ σκώπτει τὸν καλὸν ἥρωα. ὁ τοίνυν Ἀχιλλεὺς γογγύλῃ χειρὶ παίσας τὸν αἴσχιστον τῇ καλῇ Πενθεσιλείᾳ συγκατακλίνει. Ὅρα δὲ καὶ ὅτι τὸ ἔχθιστος παρισοῦται μέν, [ὡς καὶ πρὸ βραχέων δεδήλωται,] πρὸς τὸ αἴσχιστος διὰ τὸ ὁμοιοτέλευτον· ἐγγὺς δὲ ὅμως οὐ κεῖται. ὤκνησε γὰρ τὸ τοιοῦτον διὰ τὸ μὴ καίριον ὁ ποιητής, [διὸ καὶ ὑπολανθάνει πως τῇ διακοπῇ τῶν μεσολαβούντων τριῶν στίχων.] (v. 222) Ὅτι οὐχ' ἁπλῶς βοᾶν ἀλλὰ κλάζειν ὁ ποιητὴς τὸν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
