# Commentarii ad Homeri Iliadem 1.326

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.326

πᾶσι μὲν ἐχθρός, ὡς εἰκός, ἦν, ἔχθιστος δὲ μάλιστα τῷ Ἀχιλλεῖ καὶ τῷ Ὀδυσσεῖ, ὡς προείρηται. [(v. 251) Τὸ δὲ προφέροις πρωτότυπόν ἐστι τῆς προφορᾶς, ἀφ' ἧς παρὰ τοῖς ὕστερον ὁ προφορικὸς παρῆκται λόγος. ὅτι δὲ προφέρειν καὶ τὸ νικᾶν λέγεται, ὅθεν καὶ ὁ προφερέστερος, δῆλόν ἐστιν. Ἡσίοδος δὲ ἐν τῷ «προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου» ἑτεροῖόν τι σημαινόμενον τοῦ προφέρειν ὑποκρούεται καὶ οὐκ αὐτόχρημα λαμβάνει ἀντὶ τοῦ ὑπερφέρει, ἀλλ' ἀντὶ τοῦ προάγει, προκόπτειν ποιεῖ, προκινεῖ, προβιβάζει.] Τὸ δέ «νόστον φυλάσσοις» ἀντὶ τοῦ ἐπιτηροίης καὶ παρακατέχοις εἰς ἀφορμὴν στάσεως καὶ ἀποστάσεως· ἔοικε γὰρ σκοπὸν δημηγορίας καὶ πρὸ τούτου πολλάκις ποιεῖσθαι ὁ Θερσίτης τὸ νεώμεθα οἴκαδε. Καὶ ὅρα οἷον ἡ δημοτικὴ ἰσηγορία, εἰ καὶ τῷ γελοιοτάτῳ Θερσίτῃ μέτεστιν αὐτῆς. Ἰστέον δὲ καὶ ὅτι διὰ τὸ ἡδὺ τοῦ τοιούτου νόστου καὶ νόστιμον ἔδεσμα λέγεται τὸ ἡδύ. Ὅτι δὲ καὶ θεός τις ἐπιμύλιος Εὔνοστος ἐκαλεῖτο, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. (v. 252) Ὅτι Ὁμήρου εἰπόντος, ὡς οὐκ ἴδμεν ὅπως ἔσται τάδε ἔργα, ἤγουν εἰς οἷον τέλος ἀποβήσονται, φασὶν οἱ παλαιοί, ὅτι τὸ μὲν ἔσται ἐπὶ ὑπάρχοντος λέγεται, οἷον «ἔσται γέρων οὗτος», ὁ νῦν δηλαδὴ ὑπάρχων ἐν νεότητι, τὸ δὲ γενήσεται ἐπὶ μὴ ὄντος, ὡς τὸ «γενήσεται παῖς», ὁ μήπω δηλαδὴ ὤν. [Τὸ δὲ ἴδμεν Δωρικὴν ἔχει τροπὴν τοῦ σ εἰς δ κατὰ τὸ κεκαδμένος, ὅ ἐστι κεκοσμημένος, ἔτι δὲ καὶ τὸ Κάδμος. θέμα γὰρ αὐτοῦ τὸ ἴσημι, οὗ πληθυντικὸν ἴσαμεν καὶ συγκοπῇ ἴσμεν. τινὲς δὲ τολμῶσιν ἐκ τοῦ οἴδαμεν συγκόψαι αὐτὸ ἀποβάλλοντες τὸ κατάρχον ο. Τοῦ δέ «τάδε ἔργα» διασαφητικὸν τὸ «ἢ εὖ ἢ κακῶς νοστήσομεν».] (v. 255 s.) Ὅτι Θερσίτου εἰπόντος ὡς πολλὰς γυναῖκας δίδομεν οἱ Ἀχαιοὶ τῷ βασιλεῖ καὶ οὕτω φίλα μὲν τῷ δήμῳ λέγοντος, κοινοποιουμένου δὲ τὴν εὐεργεσίαν διὰ τοῦ δίδομεν, ἔτι δὲ εἰπόντος καί, ὅτι ἐγὼ δήσας ἄγω αἰχμάλωτον, δι' οὗ χρυσὸς προσγίνεται τῷ βασιλεῖ, Ὀδυσσεὺς εἰς ὑπερβολὴν ἀντιδημαγωγῶν καὶ τὴν τοῦ Θερσίτου ὑπὲρ ἑαυτοῦ σεμνολογίαν ἐξαφανίζων μέμφεται αὐτὸν λέγων ἐν ἐρωτήσει· «Κάθησαι ὀνειδίζων τῷ βασιλεῖ, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν ἥρωες Δαναοί, σὺ δὲ κερτομέων ἀγορεύεις;» οὐ γὰρ λέγει δίδως ἢ διδόατε τῷ βασιλεῖ, ἀλλὰ διδόασιν οἱ Δαναοί, καὶ οὐ γυναῖκας μόνον, ὡς σὺ ἔφης, ἀλλὰ πολλά, καὶ οὐ τοῦτο μόνον ἀλλὰ μάλα πολλά, καὶ οὐχ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
