# Commentarii ad Homeri Iliadem 1.330

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.330

οὗ συμπίπτοντος ἐπὶ τὸ κάτω καὶ συσπωμένου πρὸς τοῖς ὤμοις ἰδνοῦσθαι λέγεται ὁ τοῦτο πάσχων. Τινὲς δὲ ἰδνωθῆναι τὸ ἀνακλασθῆναι νοοῦσιν ἀπὸ τῆς αὐτῆς ἐτυμολογίας, ἵνα πλέον, φασί, προκύψῃ τὸ τοῦ στήθους κυρτὸν καὶ συμπράξῃ τι πρὸς γέλωτα. καὶ ἄλλως δὲ τὸ ἰδνώθη ἀντὶ τοῦ οἷον συνίζησίν τινα ἔπαθεν, ἀπὸ τοῦ ἵζω τραπέντος τοῦ ζ εἰς δ κατὰ τὴν ἤδη προρρηθεῖσαν συγγένειαν τῶν τοιούτων στοιχείων καὶ πλεονάσαντος καὶ τοῦ νῦ, ὡς ἐπὶ τοῦ οἰχνῶ καὶ ἰκνῶ καὶ τῶν ὁμοίων. τὸ δὲ ἰδνώθη εὑρεθήσεται καὶ ἐν τοῖς ἑξῆς, ὅτε που δράκοντα ἐρεῖ ἰδνωθέντα δακεῖν τὸν ἀετόν. Τὸ δέ «ἔκπεσε δάκρυ» δαψίλειαν δηλοῖ τοῦ ὑγροῦ. τινὲς δὲ γράφουσιν «ἔκφυγε δάκρυ», ἤτοι ταχέως ἐξέδραμε. Θαλερὸν δὲ δάκρυον ἢ τὸ ἀκμαῖον ἢ τὸ ἔνικμον ἐκ μεταφορᾶς τῶν θαλλόντων φυτῶν. Ἰστέον δὲ ὅτι, ἐπεὶ τὰ κυρίως θάλλοντα καὶ ἁπαλά εἰσι, διὰ τοῦτο καὶ τέρεν δάκρυόν που λέγεται τὸ ἁπαλόν. ἐπεὶ δὲ καὶ χλωρά εἰσι τὰ θάλλοντα καὶ ὑγρότητα ἔχει πλείω, διὰ τοῦτο καὶ ὑγρὸν δάκρυον καὶ χλωρὸν ὁ Εὐριπίδης φησί. Σοφοκλῆς δὲ ἐν Τραχινίαις χλωρὰν ἄχνην δακρύων ἔφη. [Ἰστέον δὲ ὅτι τὸ δάκρυ ἀποκοπὴν παθὸν ἐκ τοῦ δάκρυον οὐκέτι κινεῖται εἰς κλίσιν, ὡς οὐδὲ τὸ δῶ ἤτοι δῶμα, οὐδὲ τὸ κρῖ, ὅ ἐστι κρίμνον, οὐδὲ τὸ ἧλ, ὅπερ ἐστὶν ἧλος, οὐδ' ὅσα ἕτερα τοιαῦτα. ὡς γὰρ οὐκ ἂν ὑπόπουν ζῷον βαδίζοι τῶν ποδῶν αὐτῷ ἀποκοπέντων, οὕτω πως οὐδὲ λέξις ἀποβαλοῦσα τὴν λήγουσαν ἔχοι ἂν κινεῖσθαι εἰς κλίσιν. δῆλον δὲ ὡς ἐκ τοῦ δάκνειν γίνεται τὸ δάκρυον.] (v. 267) Σμῶδιγξ δὲ ὁ ὕφαιμος μώλωψ. ὑποτρέχοντος γάρ, φασίν, αἵματος κατ' ὀλίγον ἐξῴδηκεν, ὅπερ διὰ τοῦ ἐξυπανέστη δηλοῦται, ὡς μετ' ὀλίγα εἰρήσεται. καὶ γίνεται ἀπὸ τοῦ σμῶξαι, ὥς φασιν οἱ παλαιοί, ὅπερ κατὰ διάλεκτον τὸ πλῆξαι δηλοῖ, ἢ ἀπὸ τοῦ μῶλος, ἡ κακοπάθεια, τροπῇ τοῦ λ εἰς δ, ἢ οἱονεὶ αἱμῶδιγξ ἤγουν ὕφαιμος οἴδησις, ὃ τάχα καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ «αἱματόεσσα ἐξυπανέστη», ὅ ἐστιν οἴδησε. δύναται δὲ καὶ ἀπὸ τοῦ σιμοῦ γενέσθαι καὶ τῆς οἰδήσεως συγκοπῇ καὶ ἐκτάσει τοῦ ο τῆς διφθόγγου, ἵνα εἴη σιμῶδιγξ, ἤγουν σιμοῦ καὶ κοίλου τινὸς σωματικοῦ μέρους καὶ ταπεινοῦ οἴδησις, ὅ ἐστιν ὄγκωσις. φησὶ γοῦν· «σμῶδιγξ ἐξυπανέστη», ἤγουν κάτωθεν εἰς εὐθὺ ὑψώθη. δηλοῖ γάρ, φασίν, ἐνταῦθα ἡ μὲν ὑπό πρόθεσις τὸ κάτωθεν, ἡ δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
