# Commentarii ad Homeri Iliadem 1.35

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.35

χρεών». [καὶ ἡ τοῦ Αἴαντος δὲ εἰρωνεία παρὰ τῷ Σοφοκλεῖ τὸ «μαθησόμεθα δ' Ἀτρείδας σέβειν». θεία γὰρ λέξις καὶ τὸ σέβειν.] ἡ δὲ χρῆσις τοῦ ἀνακῶς καὶ παρὰ τῷ Ἡροδότῳ. ἐν δὲ τῇ τῶν Ἐθνικῶν καταγραφῇ καὶ κύριον ὄνομα φέρεται Ἄναξ, υἱὸς Γῆς καὶ Οὐρανοῦ, ἀφ' οὗ καὶ ἡ Μίλητος Ἀνακτορία ἐκλήθη ποτέ. ὥσπερ δὲ τὸ ἄναξ, οὕτω καὶ τὸ δῖος, ὅ ἐστιν ἔνδοξος, ἐπὶ ἀνθρώπων ὑπερεχόντων λέγεται καθ' ὁμοιότητα τοῦ Διός, ἐξ οὗ δίϊος καὶ κράσει δῖος, ὡς Χίος νῆσος καὶ ἀπ' αὐτῆς Χίϊος καὶ Χῖος ἀνήρ. φέρουσι δὲ κατὰ τοὺς παλαιοὺς οἱ δῖοι τὰς ὑπεροχὰς οὕτως· οἷον Ἀχιλλεὺς δῖος χάριν ἀνδρείας, Ὀδυσσεὺς χάριν συνέσεως, Ἀλέξανδρος καὶ Κλυταιμνήστρα δῖοι διὰ κάλλος, Εὔμαιος δι' εὔνοιαν, θάλασσα καὶ Χάρυβδις διὰ μέγεθος· τὸν δὲ Ἀχιλλέα καὶ διογενῆ λέγει, ὥστε πολλοὶ δῖοι καὶ δι' εὐγένειαν. ἐν τούτοις δ' ἔστιν ἰδεῖν καὶ ὡς φιλέλλην ὁ ποιητὴς ὢν θεοῖς ἐπικαλεῖ τὴν στάσιν τῶν Ἑλληνικῶν ἀριστέων, Ἀπόλλωνι δηλαδὴ καὶ Διΐ, ὡς οὐκ ἂν ἀθεεὶ τῶν τοιούτων ἡξόντων πρὸς ἅμιλλαν στασιώδη. ἅμα δὲ καὶ μεγεθύνει τὸ πρᾶγμα ὡς οὐ μικρὸν ἐσόμενον, εἴ γε θεοκίνητόν ἐστιν. Ὅτι διάστασις ἡ μέν ἐστι φιλούντων, ὡς ὅτε ἀλλήλοις συνταξάμενοι ἄλλην ἄλλος τράπωνται, ἡ δὲ ἐπὶ ἔχθρᾳ, ὡς ὅτε τὸν τῆς φιλίας ζυγόν τινες ἀποφορτισάμενοι καὶ τὸν σύνδεσμον λύσαντες διαστῶσιν. οὕτω δὲ καὶ συμπλοκὴ ἡ μέν τίς ἐστιν ἐπὶ φιλίᾳ καὶ ἑνώσει, ὅπερ καὶ εἰρήνη λέγεται παρὰ τὸ εἰς ἓν εἴρεσθαι, ἡ δὲ ἐπὶ ἐχθραινόντων, ὅπερ καὶ ἐρίζειν ἐστί. καὶ σημείωσαι ὅπως ἐκ τοῦ εἴρειν καὶ τὸ ἐρίζειν καὶ ἡ εἰρήνη λέγεται, ὥσπερ καὶ τὸ συμβάλλειν ποτὲ μὲν ποιεῖ τὴν ἐπὶ κακῷ συμβολήν, ποτὲ δὲ τὸ ἀνάπαλιν. ταῦτα εἰδὼς ὁ ποιητής φησι διαστῆναι τοὺς βασιλεῖς ἐρίσαντας, πρὸς διαστολὴν εἰπὼν τοῦτο τῆς φιλικῆς διαστάσεως. καὶ πάλιν, ὅτι θεὸς αὐτοὺς ἔριδι ξυνέηκε μάχεσθαι ἤτοι συνέβαλε, συνέπλεξε πρὸς ἔριν, ἵνα διαστείλῃ τὴν τοιαύτην συμπλοκὴν τῆς φιλικῆς. Ἰστέον δὲ ὡς τὸ διαστήτην καὶ ἐπὶ ζυγιτῶν ἵππων ταραχθέντων ἐν τῇ πʹ ῥαψῳδίᾳ κεῖται καὶ ὅτι περιέργως τινὲς ἐπιβαλόντες Θεοκρίτου στήτην τὴν γυναῖκα εἰπόντος γράφουσιν ἐνταῦθα «διὰ στήτην ἐρίσαντο», ἵνα λέγῃ ὁ ποιητής, ὡς διὰ γυναῖκα ἤρισαν. ὁ δὲ τούτοις προσέχων εἴη ἂν φιλόκαινος. (v. 8) Ὅρα δὲ καὶ ὅτι Ὅμηρος μὲν τὸ συνέηκεν ἀντὶ τοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
