# Commentarii ad Homeri Iliadem 1.350

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.350

τοῦ δ εἰς ζ κατὰ συγγένειαν τὴν καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ γεγραμμένην. οὕτω δὲ καὶ ἐν τῷ «ἀστὴρ ἀρίζηλος». οὐ γὰρ ἔστιν ἐνταῦθα εἰπεῖν τὸν ἄγαν ζηλωτόν. [(v. 319) Τὸ δέ «λᾶαν», ὅ ἐστι λίθον, ἐκτείνει μὲν τὴν παραλήγουσαν καὶ κλίνεται περιττοσυλλάβως λάαος· κραθὲν δὲ γίνεται λᾶς· ὅθεν Λᾶ, πόλις τραχεῖα, ὡς τὸ «Λᾶν περήσεις» παρὰ Λυκόφρονι· καὶ Λαπέρσαι Διόσκουροι οἱ τὴν τοιαύτην Λᾶν πέρσαντες· καὶ λαξεύειν τὸ λίθους ξέειν καὶ λατύπος, ὁ καὶ λατόμος, τὸ μὲν ἀπὸ τοῦ τύπτειν, τὸ δὲ ἀπὸ τοῦ τέμνειν· καὶ λατύπη θηλυκῶς τὰ τῶν λίθων ἀποξέσματα.] (v. 325) Τὸ δέ «ὄψιμον ὀψιτέλεστον» ἐκ παραλλήλου κείμενα, τῆς αὐτῆς εἰσιν ἐννοίας δηλωτικὰ διὰ σαφήνειαν. [Τὸ δέ «ὅου» ἀντὶ τοῦ οὗτινος πλεονασμὸν ἔχει τοῦ ο, ἵνα ᾖ, ὥσπερ τοῦ ὅτου καὶ τῷ ὅτῳ, οὕτω καὶ οὗ ὅου, ἀναδραμούσης τῆς δασείας εἰς τὴν παραλήγουσαν. τύπου δὲ τοιούτου καὶ τὸ ὁτέοισι καὶ τὸ ὅτεῳ, ἀντὶ τοῦ ᾧτινι.] (v. 328) Ἡ δὲ τῶν ἐννέα ἐτῶν ἀνάμνησις ὀνειδισμόν τινα ἔχει κατὰ τοὺς παλαιούς, ἐὰν τότε μὲν οἱ Ἕλληνες χρόνου μῆκος ἀκούσαντες οὐκ ὤκνησαν, νῦν δὲ πρὸς τῷ τέλει ἐκλέλυνται, ὅτε ἡ ἐνναετηρὶς βέβηκε. πολέμου δὲ καιρὸς τὰ ἐννέα ἔτη, ὧν συντελεσθέντων ἀνάγκη νοεῖν τὸ εὐθὺς δέκατον, τὸ ἀργὸν καὶ ἀπόλεμον, οὗ σύμβολον νοοῦσί τινες τὸν δράκοντα συγκαταριθμοῦντες εἰς χρόνου δήλωσιν καὶ αὐτόν. (v. 330) Τὸ δέ «νῦν πάντα τελεῖται», ὡς καὶ οἱ παλαιοὶ παρασημειοῦνται, πρὸς τὸν ὄνειρον ἀφορᾷ τὸν βασιλικόν, τὸν εἰπόντα· «νῦν γάρ κεν ἕλοις πόλιν». καὶ οὐ λέγει ὅτι τῷδε τῷ ἤματι πάντα τελεῖται, ὡς ὁ Ἀγαμέμνων ἐνόησε τὸ «νῦν ἕλοις τὴν Ἴλιον». ἴσως γὰρ οἶδεν, ὅτι ψεύσεται τοῦτο εἰπών. ἀορίστως δέ φησι «νῦν πάντα τελεῖται», ὡς καὶ ἀνωτέρω τὸ «μείνατ' ἐπὶ χρόνον», ἵνα μήτε βασιλικὸν ἀναφήνῃ μυστήριον, ὅπερ ἐν τῷ προβουλίῳ ἤκουσε, μήτε ἐξελέγχοιτο ὕστερον, ἐὰν μή, ὡς ὁ βασιλεὺς ἐνόησεν, αὐθημερὸν συντελεσθείη ὁ πόλεμος. [(v. 331 s.) Τὸ δέ «μίμνετε αὐτοῦ», ἤγουν ὧδε, ἐπ' αὐτοῦ τοῦδε τοῦ τόπου, ἔστι μὲν ἀντωνυμία ἐπιρρηματική, παράγει δέ, ὥσπερ τὸ αὐτόφι, οὕτω καὶ τὸ αὐτόθι, ὅθεν συγκέκοπται τὸ αὖθι, οἷον· «πτολεμίξομεν αὖθι». Περὶ δὲ τοῦ «εἰσόκεν», ἤγουν εἰς ὃ ἂν καὶ ἕως οὗ, πολλαχοῦ δηλοῦται.] (v. 301) Ὅτι πληροφορίαν φράζει πράγματος τὸ «εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι». [Καὶ ὅρα τὸ «ἐστὲ μάρτυροι». οὐ γὰρ ἀκολούθως τῷ ἴδμεν εἶπεν, ὅτι ἐσμέν, ἵνα μὴ καὶ ἑαυτὸν συντάξῃ τοῖς μαρτυροῦσι. (v. 302) Τὸ δέ «κῆρες ἔβαν φέρουσαι» τοὺς ἐν τοῖς ἑξῆς που δηλωθησομένους κηρεσσιφορήτους συντίθησι. (v. 320) Τὸ δέ «ἡμεῖς δ' ἑσταότες θαυμά-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
