# Commentarii ad Homeri Iliadem 1.365

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.365

οἱ δημόται καὶ οἱ φράτορες, ἤδη δὲ καὶ οἱ πολῖται καὶ οἱ θιασῶται καὶ οἱ φυλέται καὶ οἱ λοχῖται καὶ οἱ ἐθνῖται καὶ οἱ δαιταλεῖς, νόμῳ τινὶ ἔχοντες κοινωνίαν. ἔχει δέ, φησί, τὸ μὲν γένος ἄνδρας τριάκοντα, ἑκάστη δὲ φατρία, εἴτ' οὖν τριττύς, γένη τριάκοντα. Ἰστέον [δὲ ὅτι τε τὸ Ὁμηρικὸν κρίνειν, οἷον· «κρῖν' ἄνδρας» καὶ τὸν κριτὴν ποιεῖ, ὃς συγκεχυμένους ταραχωδῶς τοὺς ἀμφισβητοῦντας διαχωρίζει, καὶ ὅτι ἐκ τοῦ «κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας» παραβολὴν Ὅμηρος ἐν τοῖς ἑξῆς πορίζεται, καθ' ἣν εἰκάζει τὴν διὰ τῶν ἡγεμόνων διάκρισιν τῆς στρατιᾶς, ὥστε διακοσμηθῆναι εἰς μάχην πρὸς αἰπόλια διακρινόμενα ὑπὸ τῶν νομέων, ἐπειδὰν νεμόμενα γένωνται ἀναμίξ· (v. 360 s.) Καὶ ὅτι σεμνύνας ὁ ῥήτωρ ἤδη τὸν βασιλέα καὶ ἐπὶ πᾶσιν εἰπὼν τὸ «ἀλλ' ἄναξ», καὶ εὐθὺς καλλωπίσας γοργῶς ἐν τῷ «μήδεο καὶ πείθεο» καὶ θαρρήσας, οἷς ἐρρητόρευσε, συνιστᾷ εὐθὺς ἀξιωματικῶς ἑαυτὸν ἐπαγαγών, ὅπερ πᾶς] ὁ θαρρῶν εὖ λέγειν εἴπῃ ἄν, [ἤγουν] τὸ «οὔτι ἀπόβλητον ἔπος ἔσσεται, ὅττι κεν εἴπω». (v. 367) [Ἔτι ἰστέον καὶ ὅτι τὸ θεσπεσίῃ οὐ μόνον ἔλλειψιν, ὡς ἐρρέθη, ἔχει τοῦ βουλῇ ἢ γνώμῃ ἢ κελεύσει, ἀλλὰ καὶ ἄλλως ἑρμηνεύεται ἀντὶ τοῦ θεσπεσιότητι, θειότητι.] (v. 370) Ὅτι ἔστιν ἰδεῖν τὸ τοῦ βασιλέως φιλάληθες ἐν τῷ «ἦ μὴν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν». οὐ γὰρ ἐν πᾶσι πάντων ὑπερτίθησι τὸν Νέστορα, ἀλλ' ἐν μόνῃ τῇ ἀγορᾷ ἤτοι τῇ δημηγορίᾳ. οἶδε γὰρ ὅτι, ὡς καὶ προεγράφη, Ὀδυσσεὺς μὲν κεχαρισμένα εἶπε τῷ δήμῳ, Νέστωρ δὲ τῷ βασιλεῖ· καὶ Ὀδυσσεὺς μὲν ὅτι δεῖ μένειν καὶ μὴ φεύγειν εἰσηγήσατο, ὁ δὲ Νέστωρ καὶ τί δεῖ πράττειν μένοντας ἐδημηγόρησε τάξας τε καὶ ἀναθαρρύνας εἰς πόλεμον· καὶ Ὀδυσσεὺς μέν, καίτοι προκαταλαβὼν τὰ νοήματα, ὅμως οὐχ' οὕτω σεμνῶς πάνυ ἐλάλησεν, ὁ δὲ Νέστωρ δεύτερος ἐλθὼν οὕτω δυνατὸς ἐφάνη, ὥστε ἀπὸ τῶν αὐτῶν τόπων ὡρμημένος οὐ μόνον ὑψηλότερον ἐδημηγόρησεν, ἀλλὰ καὶ ἄλλα ἔδοξεν εἰπεῖν. διὸ καὶ ἐκεῖνον μὲν ὁ ὄχλος ἐπῄνεσεν ὡς οἷα φιλόδημον, τὸν δέ, καθὰ ἐρρέθη, ὡς φιλοβασιλέα ὁ φιλούμενος βασιλεὺς ὑπερθεὶς αὐτὸν πάντων Ἀχαιῶν κανόνι τοιούτῳ· Ὁ Ὀδυσσεὺς Ἑλλήνων σοφώτερος, Νέστωρ δὲ καὶ αὐτοῦ Ὀδυσσέως καὶ πάντων ἄρα τῶν Ἀχαιῶν. Ὅρα δὲ τὸ «γέρον» οὐ μάτην λεχθέν, ἵνα δείξῃ τὴν αἰτίαν τοῦ πάντας νικᾶν αὐτὸν τῇ ἀγορᾷ. εἰ γὰρ γέρων καὶ πολύπειρος· Ἐμπειρία δὲ μήτηρ φρονήσεως. Σημείωσαι δὲ ὅτι σοφωτέρα μὲν ἡ δημηγορία τοῦ Νέστορος, λυσιτελεστέρα δὲ ἡ τοῦ Ὀδυσσέως ἐνέργεια τοῦ καὶ κατασχόντος τοὺς Ἕλληνας καὶ δόντος καιρὸν δημηγορίας τῷ Νέστορι. διὸ καὶ Ὅμηρος ἐθείασεν αὐτὸν ἐν τῷ εἰπεῖν «μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο». καὶ ὅτε δὲ εἴπῃ τὸν μὲν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
