# Commentarii ad Homeri Iliadem 1.369

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.369

ῥηθήσεται καὶ ἀλλαχοῦ, ἔνθα καὶ περὶ δόρπου καὶ ἀρίστου λεχθήσεται. Ἰστέον δὲ καὶ ὅτι τὸ «νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα» ἐπαίχθη εὐφυῶς πρός τινος τῶν παλαιῶν ἐπί τινων δαιτυμόνων εἰωθότων ἐν αὐτῷ τῷ πότῳ κινεῖν μεγάλας ἔριδας. Ἔφη γὰρ ἐκεῖνος πρὸς τοὺς τοιούτους τὸν Ὁμηρικὸν τοῦτον στίχον σκώπτων εἰς τὸ φιλόνεικον καὶ οἱονεὶ λέγων, ὅτι ἔρχεσθε ἐπὶ δεῖπνον, ὡς ἂν μάχην κινήσωμεν. [Ἐξ οὗ συντελεῖταί τι καὶ εἰς τὸ τὴν μέθην καλεῖσθαι θώρηξιν διὰ τοῦ κατ' ἀρχὴν ω μεγάλου καὶ η παραλήγοντος, ὡς τῶν μεθυόντων ἑτοίμως ἐχόντων καὶ θώρηκας φορεῖν καὶ ὅπλα αἴρειν ἐπὶ πληγαῖς· ὧν αἴνιγμα καὶ τὸ κερασφόρον ταῦρον ἐπονομάζεσθαι τὸν Διόνυσον. Καὶ μήν τινες τὴν ῥηθεῖσαν θώρηξιν, περὶ ἧς καὶ ἀλλαχοῦ δηλοῦται, διὰ τοῦ ο μικροῦ καὶ τοῦ ι γράφουσιν, ἢ ὡς ἀπὸ τοῦ θόρω τὸ πηδῶ, οὗ παράγωγον θορίσσω, ὡς φοινίσσω, δεδίσσω—θοῦροι γὰρ καὶ ὁρμητίαι οἱ τῇ μέθῃ κάτοχοι καὶ ποιητικῶς εἰπεῖν «θοῦριν ἐπιειμένοι ἀλκήν»—ἢ καὶ ἀπὸ τοῦ θορός, τὸ ζωϊκὸν σπέρμα· φίλοιφον γὰρ τὸ μεθύον. Διὸ οὐ μόνον οἱ ὀχευτικοὶ Σιληνοὶ καὶ Σάτυροι τῷ Διονύσῳ οἴνῳ ἀνεῖντο, ἀλλὰ καὶ ὁ τὴν αἰδῶ πολὺς Πρίηπος, ὃς καὶ εἰς ἐπίθετον τῷ Διονύσῳ ἔκειτο, καθὰ γράφει Ἀθήναιος.] Τὸ δέ «συνάγειν Ἄρηα» διὰ τὰ δύο στρατεύματα τὰ ἐναντία εἴρηται, ὧν συναγομένων ἡ μάχη ἀρτύνεται. ἄλλως γὰρ ῥήγνυσθαι ὁ πόλεμος λέγεται οὐ μόνον ὑπὸ ῥηξήνορός τινος, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς συμβολαῖς, τῶν μὲν ἐνταῦθα, τῶν δὲ ἐκεῖ καὶ ἄλλων ἀλλαχοῦ μαχομένων· ἐρράγη γοῦν μάχη. καὶ συρρῆξαι καὶ ῥαγῆναι πόλεμόν φασιν οἱ ῥήτορες. ἐναντίον δὲ τὸ συνάγειν καὶ τὸ διακρίνειν. πρωῒ μὲν οὖν ὁ βασιλεὺς πόλεμον συνάγειν θέλει, νυκτὸς δὲ ἐλθούσης διακρινεῖ αὐτόν. (v. 382) Τὸ δέ «εὖ δόρυ θηξάσθω, εὖ ἀσπίδα θέσθω, εὖ πολέμοιο μεδέσθω» ὡράϊσται κατὰ κάλλος ῥητορικὸν συμπλακέντων ἐνταῦθα δύο σχημάτων περικαλλῶν, ἐπαναφορᾶς τε καὶ παρισώσεως. Ἔστι δὲ ἐπαναφορὰ μὲν τὸ εἰς τὴν αὐτὴν λέξιν ἐπανιέναι, οἷον ἐνταῦθα εἰς τὸ εὖ· τετράκις γὰρ ἐν ἀρχῇ στίχων κεῖται τὸ εὖ. τοιοῦτον δὲ καὶ τὸ «ἱδρώσει τελαμών, ἱδρώσει δὲ ἵππος». Πάρισον δὲ τὸ ἐν τῷ τέλει τῶν λέξεων ὁμοιοτέλευτον, οἷον τὸ θηξάσθω, θέσθω, μεδέσθω. Δόρυ δὲ νῦν μὲν τὸ πολεμικόν, ἄλλως δὲ δόρυ ἁπλῶς πᾶν ξύλον καὶ αὐτὸ τὸ ἐν δένδροις, ὡς τὸ «οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης». γίνεται δέ, ὥσπερ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
