# Commentarii ad Homeri Iliadem 1.376

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.376

συγκατελέγη τῷ μεγάλῳ Αἴαντι· ἀνδρειότατος γὰρ ὁ ἀνήρ, ἔτι δὲ καὶ ἐν δημηγορίαις ὑπερφέρει τῶν ἡλικιωτῶν, ὡς αὐτά που τὰ ἔργα δείξουσιν. (v. 407) Ἕκτος ὁ Ὀδυσσεύς, οὐχ' ὡς πάντων τῶν προηριθμημένων ἥττων· πῶς γὰρ ὁ βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων; ἀλλ' ὅτι τοῦ Νέστορος προτεταγμένου βασιλικῇ χάριτι οὐ θέλει ὁ ποιητὴς ἄντικρυς δοῦναι δευτερεῖον τῷ Ὀδυσσεῖ, ὃν αὐτός, καθὰ καὶ πρὸ μικροῦ εἴρηται, οὕτω πολλοῦ λόγου ἀξιοῖ· πολλῷ δὲ πλέον οὐδὲ τρίτον αὐτὸν ἢ ἐφεξῆς ἀριθμεῖ, ἀλλὰ τοῦτο μὲν ἐπὶ τοῖς ἄλλοις ποιεῖ, αὐτὸν δὲ κατὰ βασιλικὴν γνώμην τελευταῖον τίθησιν οὐκ αἰσχύνων τῇ τάξει· τίς γὰρ ἂν ὕστατον οἰηθείη τῶν γερόντων εἶναι τὸν Ὀδυσσέα; ἀλλὰ μᾶλλον ἀμφήριστον οὕτως αὐτῷ τὸ πρωτεῖον ποιῶν. οἱ γὰρ ἔσχατοι τόποι ἔστιν οὗ τῶν ἀρίστων εἰσί, καθὰ καὶ τοῦ ναυστάθμου ἓν μὲν ἄκρον μέρος ὁ Αἴας εἶχε, θάτερον δὲ Ἀχιλλεύς, οἱ τῶν Ἑλλήνων ἄριστοι. οὕτω γοῦν κἀνταῦθα τοὺς ἀρίστους, Νέστορά τε καὶ Ὀδυσσέα, ἐσχάτους ὁ βασιλεὺς μὲν συνεκαλέσατο, ὁ δὲ ποιητὴς ἠρίθμησε. καὶ οὐκ ἦν ἄλλη τάξις σεμνοτέρα τῷ Ὀδυσσεῖ τοῦ πρωτείου δεδομένου τῷ Νέστορι. καὶ ἄλλως δὲ ὁ Ἀγαμέμνων οὐκ ἀτίμως αὐτῷ προσφέρεται κικλήσκων ὕστερον· φύσις γὰρ αὕτη ἀσχολίας καὶ σπουδῆς συμποσιακῆς πρὸ τῶν ἄλλων ἐν λόγῳ τιθέναι τοὺς μὴ πάντῃ γνησίους καὶ οἰκειακούς· τοὺς μὲν γὰρ τοιούτους ἐν δευτέρῳ καὶ παρέργῳ τιθέαμεν εἰδότας, ὅτι φύσει τὴν οἰκειότητα ἔχουσι, τοὺς δὲ ξένους ἐν πρώτοις ἄγομεν, ὡς ἂν εἰδεῖεν λόγου ἀξιούμενοι. οὕτω δὲ καὶ ὁ βασιλεὺς νῦν ὡς πάνυ οἰκειακὸν παρεῖδε τὸν Ὀδυσσέα. (v. 408 s.) Τὸν δέ γε ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ὃς αὐτῷ πάντων πολὺ δήπουθεν φίλτατος ἦν. ἀλλὰ εἰδὼς ἐκεῖνος, ὅτι ἐπονεῖτο ὁ ἀδελφός, τουτέστιν ἐνήργει περὶ θυσίαν, αὐτόματος ἦλθεν· [»ᾜδεε γάρ», φησί, «κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο». Ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὡς διδάσκει Ὅμηρος, οὓς οὐ δεῖ καλεῖν ἐν συμποσίῳ, ἀλλ' αὐτομάτους ἰέναι. δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας κλητέον οὔτε γυναῖκα οὔτ' εἴ τις, φασίν, ἰσοτίμους τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. εἶτά φησιν ὁ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
