# Commentarii ad Homeri Iliadem 1.383

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.383

οὐδεμία ἐργασία, ἐάν τε φαύλη κἄν τε χρηστή, ὄνειδός ἐστι τῷ ἐργαζομένῳ, κἀντεῦθεν ἐβλάβη ὡς ἀδιαφορῶν περὶ τὰς πράξεις. καὶ οὕτω μὲν Ἡσίοδος ἔγραψεν ἀδιάρθρωτα. Ὅμηρος δὲ διέστειλε σαφῶς, περὶ ποῖον ἔργον χρὴ σπεύδειν, ὅτι δηλαδὴ περὶ τὸ θεόσδοτον. τοιοῦτον γάρ «ὃ δὴ θεὸς ἐγγυαλίξει», ἤγουν εἰς κοίλην χεῖρα θήσει, κατὰ τὸ «ἔμβαλλε κυλλῇ». ἐξ οὗ ἐγγυαλίζειν καὶ γύαλα θώρηκος καὶ κοίλης δὲ πέτρας κατὰ τοὺς ποιητὰς τὰ κοιλώματα.] (v. 438) Ὅτι καὶ ἐνταῦθα κηρύσσειν τὸ προκαλεῖσθαι μετὰ αἰτιατικῆς· φησὶ γάρ «λαὸν κηρύσσοντες». ἐπιμένει δὲ καὶ ὧδε τῇ λέξει διὰ τὸ καίριον τρὶς αὐτὴν εἰπών. [Ὅτι δὲ οἱ μεθ' Ὅμηρον δοτικῇ συντάσσουσι τὸ κηρύσσειν, δῆλόν ἐστι]. Λέγει δὲ καὶ τὸ ἀγειρόντων ἀντὶ τοῦ ἀγειρέτωσαν ἤτοι συναθροιζέτωσαν Ἀττικῶς, ὡς τὸ τυπτόντων καὶ λεγόντων ἀντὶ τοῦ τυπτέτωσαν καὶ λεγέτωσαν, ὅπερ δοκεῖ μὲν βάρβαρον διὰ τὸ ἀσυμβίβαστον τῆς πληθυντικῆς γενικῆς τῶν μετοχῶν πρὸς τὰ πληθυντικὰ τρίτα προστακτικά, θεραπεύεται δὲ διὰ ἐλλείψεως ὑπαρκτικοῦ ῥήματος τοῦ ἔστωσαν, ἵνα λέγῃ ὅτι ἔστωσαν τῶν ἀγειρόντων, ἔστωσαν τῶν τυπτόντων, ἔστωσαν τῶν λεγόντων, ἅπερ συναλιφέντα καὶ στενωθέντα ἐλλειπτικῶς ἐγένοντο ἀγειρόντων, τυπτόντων, λεγόντων, ἀντὶ τοῦ ἀγειρέτωσαν, τυπτέτωσαν, λεγέτωσαν. Σημείωσαι δὲ ὅτι ἐκδηλοτάτη ἡ ῥηθεῖσα ἔλλειψις ἐν τῷ «μελόντων τὸ λώϊον ἐν φρεσίν», οὐ πληθυντικῶς λεχθὲν ἀλλὰ ἑνικῶς ἀντὶ τοῦ ἔστω τῶν μελόντων ἤτοι μελέτω. (v. 439 s.) Ὅτι οὐ μόνον ἄριστος σύμβουλος ὁ Νέστωρ καὶ τακτικός, ὡς δέδεικται, ἀλλά πως καὶ πολέμαρχος, αὐτὸς ἀποπληρῶν ἄρτι τὴν τοῦ Ἀχιλλέως στρατηγίαν. παραινέσας γὰρ τῷ βασιλεῖ ἐν ἐπηκόῳ τῶν γερόντων μὴ δηρὸν ἀναβαλλώμεθα τὸ θεόθεν ἔργον, ἐπάγει· «ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα». ἔστι δὲ τὸ ἀθρόοι ἀντὶ τοῦ ὁμοῦ, ὅπερ ἐδάσυνον οἱ Ἀττικοί, ὡς ἀλλαχοῦ ῥηθήσεται. Τὸ δὲ ἴομεν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
