# Commentarii ad Homeri Iliadem 1.384

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.384

αὐθυπότακτον μέν ἐστι παρὰ τοῖς ὕστερον, παρ' οἷς καὶ συστέλλει τὴν ἄρχουσαν ἐκτεῖνον τὴν παραλήγουσαν· παρὰ δὲ τῷ ποιητῇ λαμβάνεταί ποτε καὶ ὡς ἐνεστὼς ὁμοίως τῷ τίομεν καὶ τοῖς τοιούτοις, ἢ ἀπὸ τοῦ εἴω ῥήματος ἀφαιρέσει τοῦ ε ἢ ἀπὸ τοῦ ἴω δευτέρου ἀορίστου ὑποτακτικοῦ μεταχθέντος εἰς ἐνεστῶτα καὶ παθόντος χρόνου μετάθεσιν, ὃ καὶ ἐν ἄλλοις γίνεται. (v. 440) Ὀξὺς δὲ Ἄρης ἐγείρεται, ὡς οἷα πρὸ τούτου κοιμώμενος· καὶ ἄλλως δὲ ὄρθωσιν Ἄρεος ἤγουν ἀρεϊκῶν δοράτων καὶ ξιφῶν σημαίνει τὸ λεχθὲν κατὰ τὸ «ἔφριξε δὲ μάχη φθισίμβροτος ἐγχείῃσι». διὸ καὶ ὀξὺς ὁ τοιοῦτος Ἄρης οὐ μόνον διὰ τὸ ταχὺ θανατοῦν καὶ τὸ αἶψα συντελεῖσθαι, ὡς ἀλλαχοῦ φησιν Ὅμηρος, ἔτι δὲ καὶ διὰ τὸ θυμικόν, [εἴπερ καὶ ὀξεῖς λέγονται οἱ θυμούμενοι καὶ ὀξύνεσθαι καὶ παροξύνεσθαι τὸ χολοῦσθαι,] ἀλλὰ καὶ κατὰ τὸ ἔγχη ὀξυόεντα, ὀξέα δηλαδή, καθ' ὃ καί τις ἀνταπειλούμενος ἀλαζόνι πολεμιστῇ ἔφη ὀξεῖαν εἶναι ἐν ἄκρῳ καὶ αὐτῷ τὴν αἰχμήν. (v. 446) Ὅτι ἀκολούθως τῇ παραινέσει τοῦ Νέστορος κρίνουσιν οἱ βασιλεῖς τὸν λαὸν ἤγουν εἰς φῦλα καὶ φρήτρας διαχωρίζουσι. [φησὶ γάρ· «Οἳ δὲ ἀμφ' Ἀτρείωνα θῦνον κρίνοντες», τοὺς ἄνδρας δηλαδὴ κατὰ φῦλα καὶ φρήτρας, ὡς ὁ Νέστωρ παρῄνεσεν· ἀπὸ κοινοῦ γὰρ εἴληπται γοργῶς τὰ τοῦ Νέστορος.] (v. 447—9) Ὅτι φόρημα ὁ μῦθος τῇ Ἀθηνᾷ δίδωσι τὴν αἰγίδα, ἣν ὁ ποιητὴς ἐρίτιμον λέγει καὶ ἀγήραον ἀθανάτην τε, ἧς ἑκατὸν θύσανοι, ἤγουν κροσσοί, παγχρύσεοι ἠερέθονται, πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος. τίς δὲ ἡ αἰγὶς αὕτη καὶ ὅτι καὶ Διὸς ὅπλον ἐστί, ζητητέον ἐν τοῖς ἑξῆς. (v. 447) Ἰστέον δὲ ὅτι ἡ μὲν Ὁμηρικὴ αἰγὶς συστέλλει τὴν λήγουσαν, ὡς τὸ μέτρον δηλοῖ· ὁ δὲ Γεωγράφος καὶ τόπον τινὰ ὁμώνυμον ἱστορῶν φησιν, ὅτι Αἰγὶς ὄρος καὶ ἄκρα κατὰ ἔκτασιν τῆς δευτέρας συλλαβῆς περί που τὰ κατὰ Λέσβον. προσνεύει δ' ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν, φησίν, ἔχει καὶ τοὔνομα. [Ἐρίτιμος δὲ ἡ ῥηθεῖσα αἰγὶς διὰ τὰ περὶ αὐτὴν παγχρύσεα· διὸ καὶ ἀγήραος, οὐ μὴν κατὰ τὸν τοῦ μύθου Τιθωνόν, ἀλλὰ καὶ ἀθανάτη. (v. 448) Οἱ δὲ ἑκατὸν θύσανοι δύνανται νοεῖσθαι καὶ ἀντὶ τοῦ πολλοί. (v. 449) Πλεκτοὶ δὲ οἱ θύσανοι, ὡς εἰκός, καὶ διὰ τὸ ἠερέθεσθαι θύοντες, ὅ ἐστι σειόμενοι.] Ἑκατόμβοιος δὲ ὁ ἑκατὸν ἤτοι πολλῶν βοῶν ἄξιος, τουτέστι ζῴων. ἐκ γὰρ τῶν βοῶν, μέρους ἑνός, πάντα δηλοῖ τὰ τετράποδα, δι' ὧν αἱ συναλλαγαὶ τοῖς παλαιοῖς· τίμιον δὲ ἐκείνοις μάλιστα ὁ βοῦς. διὸ ἐξ αὐτοῦ πολλὰ βιωτικὰ δηλοῦνται συναλλάγματα καὶ πράγματα, ὡς ἡ ἑκατόμβη, ὡς αἱ ἀλφεσίβοιαι γυναῖκες, ὡς τὸ τετράβοιον, τὸ δωδεκάβοιον, τὸ εἰκοσάβοιον· περὶ ὧν καὶ ἐρρέθη καὶ αὖθις ῥηθήσεται κατὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
