# Commentarii ad Homeri Iliadem 1.387

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.387

μου καὶ λαμπροτέρας εἰκονίσει παραβολῆς εἰπὼν ἰέναι τοὺς Ἕλληνας ὡς ἂν πυρὶ χθὼν πᾶσα νέμοιτο. χαλκὸς δὲ θεσπέσιος, ὃν θεὸς ἂν εἴποι οἷος ἦν. (v. 455) Τὸ δὲ ῥηθὲν πῦρ ἀΐδηλον ἔφη ἢ ὡς πολυφανὲς παρὰ τὸ ἰδεῖν, ᾧπερ ὅμοιον εἴη ἂν καὶ τὸ ἀείδελον, ἢ ὡς ἀφανιστικὸν καθ' ὁμοιότητα τοῦ ἀΐδου ἢ ὡς εἰς πολὺ διαθέον παρὰ τὸ μὴ ἵζειν τραπέντος τοῦ ζ εἰς δ κατὰ συνήθειαν. (v. 458) [Ὅρα δὲ ἐν τῷ «δι' αἰθέρος οὐρανὸν ἷκεν», ὅτι τῷ αἰθέρι καὶ τὸν ὑποτεταγμένον αὐτῷ ἀέρα συννοεῖν χρή.] (v. 459—64) Ὅτι λειμών τις ἐν Ἀσίᾳ λεγόμενος δι' αὐτὸ τοῦτο Ἄσιος περί που τὸν Κάϋστρον ποταμόν, περὶ ὃν χῆνές τε καὶ γέρανοι καὶ κύκνοι καὶ εἴ τι τοιοῦτον ὑδροχαρὲς ὄρνεον νέμονται. διὸ καὶ ὁ ποιητὴς ἐκ παραβολῆς διδάσκων τὴν φυλαδὸν γινομένην τῶν Ἑλλήνων κίνησιν κατὰ διάκρισιν ἐθνικήν φησι· «τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσι κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἐς πεδίον προχέοντο Σκαμάνδριον». (v. 461) Τινὲς δὲ τὸ Ἀσίω ἐν λειμῶνι ἀντὶ τοῦ Ἀσίου εἶπον κατὰ γενικὴν πτῶσιν καί φασιν, ὅτι ἀνδρί τινι ἐπιφανεῖ ὁ λειμὼν ἐπωνόμασται, οὗ ἡ εὐθεῖα ὁ Ἀσίας, ἡ γενικὴ Ἀσίου καὶ Ἰωνικῶς Ἀσίεω ὡς Ἑρμείεω, εὐμελίεω, καὶ ἐν συγκοπῇ Ἀσίω ὡς Ἑρμείω, εὐμελίω. καὶ ἔστι, φασί, λειμὼν Ἀσίου, περὶ ὃν χῆνες καὶ τὰ τοιαῦτα συνάγονται. ὁ δὲ Γεωγράφος οὕτω φησίν· «ἀπὸ τριάκοντα σταδίων τῆς Τραλλιανῆς Νύσσης Τμῶλον ὑπερβᾶσι καὶ τὴν Μεσογίδα πρὸς νότον τόπος τις καλεῖται Λειμών, ὃν ὀνομάζειν φασὶ τὸν ποιητήν, ὅτε εἴπῃ Ἀσίῳ ἐν λειμῶνι, δεικνύντες Καΰστρου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάϋστρον, πλησίον ἀπορρέοντα». ὁ δ' αὐτὸς καὶ πεδίον Καϋστρηνὸν λέγει, ᾧ συνεχὲς τὸ Κιλβανόν, πολὺ καὶ συνοικούμενον εὖ. ἕτεροι δὲ τῶν ῥηθέντων ἡρώων τὸν μὲν Ἀσίαν Κότυος ἱστοροῦσιν υἱόν, τὸν δὲ Κάϋστρον Πενθεσιλείας υἱόν. λέγουσι δὲ καὶ ἄρξαι Λυδίας τὸν Ἀσίαν. ἄλλοι δὲ νοοῦσιν ἄσιον λειμῶνα τὸν ἰλυώδη· ἄσις γὰρ τὸ ἐξ ὕδατος ξηρὸν παρὰ τὸ ἄξω ἤ, σαφέστερον εἰπεῖν, ἡ ἰλύς, ὥς που δηλοῖ καὶ ὁ ποιητής. πηλώδης γάρ, φασίν, ὁ Κάϋστρος ποταμὸς ἐν ταῖς προχοαῖς. (v. 460) Γίνεται δὲ ὁ μὲν χὴν παρὰ τὸ χαίνειν, διότι τε βορός ἐστι καὶ ὅτι καὶ ἰδιότης αὕτη τῷ χηνὶ χαίνοντι τὰ πολλά, ὅτε ἢ θρασύνεται ἢ δειλιᾷ. Γέρανος δὲ παρὰ τὸ τὴν γῆν ἐρευνᾶν. Κύκνος δὲ ἀπὸ τοῦ κυκᾶν πλέον τῶν ἄλλων τὴν ἰλὺν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
