# Commentarii ad Homeri Iliadem 1.388

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.388

ἐπὶ ἀναψηλαφήσει τροφῆς. Δουλιχοδείρους δὲ τούτους ὁ ποιητής φησι κατ' ἐξαίρετον· τοιοῦτοι γὰρ αὐτοὶ μάλιστα πρὸς ἀναλογίαν τοῦ σώματος τὸ δολιχὸν ἤτοι μακρὸν τοῦ τραχήλου ἀντὶ ὁρμιᾶς ἔχοντες ἐν τοῖς ὑγροῖς. [Δοκεῖ δὲ τὸ Ἰωνικῶς μὲν δουλιχόν, κοινῶς δὲ δολιχὸν γίνεσθαι παρὰ τὸ διόλου ἱκέσθαι· τοιοῦτον γάρ τι τὸ μακρὸν τραπέντος τοῦ ψιλοῦ κ εἰς τὸ ἀντίστοιχον δασὺ διὰ τὸ εὐφωνότερον. ἐκ δὲ τῆς λέξεως ταύτης καὶ δρόμος ἐναγώνιος ὁ δολιχός· καὶ νῆσος δέ τις τὸ Δουλίχιον. σύγκειται δὲ ἀπ' αὐτῆς καὶ τὸ δολιχόσκιον καὶ δολίχαυλοι αἰγανέαι, ὅ ἐστι μακροὺς αὐλοὺς ἔχουσαι, ἤγουν κοιλότητας ἐπιδορατίδων, αἷς ὁ τοῦ ξύλου καυλὸς ἐνίεται. Ὅτι δὲ ὁ κύκνος εὔτεκνος καὶ μάχιμος καὶ ὡς ἀλληλοκτονεῖ ὁ μάχιμος καὶ ὡς Ἀριστοτέλους εἰπόντος ᾠδικοὺς εἶναι τοὺς κύκνους μάλιστα περὶ τὰς τελευτὰς καὶ διαίρειν τὸ πέλαγος ᾄδοντας Ἀλέξανδρος ὁ Μύνδιός φησιν, ὅτι πολλοῖς παρακολουθήσας τελευτῶσιν οὐκ ἤκουσεν ᾀδόντων, οἱ παλαιοὶ δηλοῦσι, παρ' οἷς καὶ κύριον ὄνομα ὁ Κύκνος, ὃν ὁ μῦθός φησιν ὑπὸ Ἄρεος ὀρνιθωθῆναι. τοῦ δὲ ᾠδικοὺς εὐγενῶς αὐτοὺς εἶναι ἡ πεῖρα διδάσκαλος.] (v. 461) Λειμὼν δὲ ὁ ὑγρὸς καὶ βοτανώδης τόπος ἀπὸ τοῦ λείβω λέλειμμαι, ὃν ἡ κοινὴ γλῶσσα λιβάδιον λέγει ὡς ἀπὸ τοῦ ἔλιβον δευτέρου ἀορίστου, ἔνθα ὕδωρ συλλείβεται. Κάϋστρος δὲ ὁ ποταμὸς ὡς διὰ Κατακεκαυμένης ῥέων, περὶ ἧς ἀλλαχοῦ ῥηθήσεται. [διαλέλυται δὲ ἡ λέξις· ἄλλως γὰρ Καῦστρος ὤφειλεν οὕτως εἶναι, ὁμοίως τῷ καυστειρός καὶ τῷ καυσία, ἥτις ἦν κάλυμμα κεφαλῆς Μακεδονικὸν ἐκ πίλου, ὡς τιάρα σκέπουσά τε ἀπὸ καύσωνος καὶ ὡς εἰς περικεφαλαίαν συντελοῦσά τι. ἄλλοις δὲ δοκεῖ ὁμώνυμος εἶναι ὁ ῥηθεὶς ποταμὸς ἥρωϊ Καΰστρῳ τῷ ἀνωτέρω εἰρημένῳ.] ὥσπερ δὲ κάπρος κάπριος κατὰ παραγωγήν, οὕτω καὶ Κάϋστρος Καΰστριος. (v. 462) [Τὸ δὲ ποτῶμαι, τουτέστι πέτομαι, ὅτι καὶ ἐκτείνει τὴν ἄρχουσαν, δηλοῖ σὺν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
