# Commentarii ad Homeri Iliadem 1.395

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.395

καὶ τὸ ὑπὸ τὸν ὀσχεόν, ὅθεν καὶ λάσταυρος ὁ λάσιος τὸν τοιοῦτον ταῦρον,] καὶ ὅτι καὶ κύριον ὄνομά ἐστιν ὁ Ταῦρος, ὡς καί, ᾧ ἐμοιχᾶτο ἡ Πασιφάη, καὶ ὄρος δέ, οὐ μόνον οὗ μέρος καὶ ὁ Κράγος, ἀλλὰ καὶ πρόσβορον εὐφοροῦν βαλάνοις, ὅθεν [αἱ περι]ᾳδόμεναι Ταυρικαὶ πρόσοδοι, καὶ ὅτι καὶ ἔθνος βόρειον οἱ Ταῦροι καὶ ὅτι ταυροπόλος Ἄρτεμις, οὐ μόνον ἀπὸ τοῦ ἔθνους τῶν Ταύρων, ἀλλὰ καὶ ἀπὸ τοῦ ζῴου, ἐξ οὗ καὶ ταυρηδὸν ἐμβλέπειν τὸ θυμικῶς ἐντρανίζειν καὶ ἀταυρώτη γυνή, ἡ ἄζυξ, δηλοῦσιν οἱ παλαιοί. (v. 484—93) Ὅτι ἔστιν ὅτε ὁ ποιητὴς κατὰ ποσά τινα διαστήματα ἐγκόπτει τὸν λόγον τῇ Μούσῃ καὶ ὡς ἐξ ὑπαρχῆς αὖθις αὐτὴν ἀξιοῖ εἰπεῖν ὅπερ αὐτὸς ἐθέλει. ποιεῖ δὲ τοῦτο, ἡνίκα πραγμάτων ἐντύχῃ μεγέθει καὶ πλήθει, αὔξων καὶ οὕτως ἐκεῖνα καὶ ἐνδεικνύμενος ὡς οὐκ ἄνευ θεοῦ καὶ μουσικῆς ἐπιπνοίας ἀφηγηθήσονται· ἢ καὶ ἄλλως ποιεῖ τοῦτο, ὅτε ἡ μὲν ἀκολουθία τῶν ἑξῆς ἐθέλει ἔχεσθαι, ὁ δὲ ποιητὴς ἢ ὁ φιλομαθὴς ἀκροατὴς ἐπ' ἄλλο γλίχεταί τι τραπῆναι τὸν λόγον, μέγα ὂν καὶ αὐτὸ καὶ ἱστορίας ἄξιον. ὡς καὶ ἐνταῦθα ἡ μὲν ἀκολουθία ἤθελε μετὰ τοὺς περὶ Ἀγαμέμνονος λόγους εὐθὺς κεῖσθαι τὸ «Τρωσὶ δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις» καὶ τὰ ἑξῆς τοῦ τέλους τῆς Βοιωτίας· ὁ δὲ ποιητὴς ἐπεισόδιόν τι ἐξευρὼν ἀξιοῖ τὰς Μούσας νεῶν ποιῆσαι κατάλογον καὶ ἡγεμόνων Ἑλληνικῶν. φησὶ γοῦν· «ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι, οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν, φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο θυγατέρες μνησαίαθ', ὅσοι ὑπὸ Ἴλιον ἦλθον. ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας». ἔστι δὲ ὃ λέγει τοιοῦτόν τι. Ἐνθύμιόν ἐστί μοι ἀναπαύσαντι τὸν λόγον, ὦ Μοῦσαι, νεῶν τε Ἑλληνικῶν κατάλογον ποιῆσαι καὶ τοὺς Ἕλληνας δὲ ὀνομάσαι, ἐὰν ὑμεῖς ἐμπνέητέ μοι. ἀλλὰ τούτων τὸ μὲν δυναίμην ἄν, τὸ τὰς νῆας δηλαδὴ καταλέξαι καὶ ἐκφωνῆσαι ἐξ ἐπιπνοίας ὑμῶν, τὸ δὲ ἕτερον, τὸ τοὺς Ἕλληνας ὀνομάσαι, πῇ μὲν ἔχοιμι ἂν ποιῆσαι, πῇ δὲ οὔ. τοὺς μὲν γὰρ ἀρχούς, εἴτ' οὖν ἡγεμόνας τῶν Ἑλλήνων, ἐρῶ πρὸς ὄνομα ὑποφητεύων ἐπιπνεούσαις ὑμῖν· τὴν δὲ πληθὺν ὑμεῖς μὲν ἐρεῖτε ἂν καὶ ὀνομάσητε—θεαὶ γάρ ἐστε—ἐγὼ δὲ οὐκ ἂν μυθήσομαι οὐδὲ ὀνομήνω, ἤγουν ἐξ ὀνόματος εἴπω, οὐδ' εἰ τάδε μοι καὶ τάδε γένοιτο καὶ πολλαπλασίων, φασίν, ἐμαυτοῦ γένωμαι. φύλλων γὰρ ἢ ἀνθέων ἐαρινῶν ἢ ψάμμου, οἷς οἱ Ἕλληνες εἰκάζονται, καὶ τὸ μέτρον οὐ περιληπτὸν καὶ τὸ ἕκαστον ὀνομάζειν ὁμοίως ἀδύνατον ἀνθρώπῳ γε ὄντι μοι. ὑπισχνεῖται οὖν διὰ τούτων ὁ ποιητὴς νεῶν μὲν κατάλογον ποιῆσαι καὶ τοὺς αὐτῶν ἡγεμόνας

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
