# Commentarii ad Homeri Iliadem 1.410

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.410

Κορωνειακῇ ὑποπεπτωκὸς ἐκ νότου τῷ Ἑλικῶνι· ἐπίνειον αὐτῆς πετρῶδες περιστερῶν μεστόν». ἔνθα σημειοῦται καί, ὅτι λίαν περιέργως ἐξενήνοχεν ὁ ποιητὴς τὸ «πολυτρήρωνα Θίσβην» ὡς καὶ τὸ «Ἁλίαρτον ποιήεντα» καὶ τὰ λοιπά· οὐδεμίαν γάρ, φησί, προσθήκην κενῶς ἀπορριπτεῖ. (v. 503) Ἡ δὲ Κορώνεια ἐκλήθη ἀπὸ Κορώνου, υἱοῦ Θερσάνδρου. εἰσὶ δὲ καὶ ἄλλαι Κορώνειαι, ὡς ὁ τὰ Ἐθνικὰ γράψας ἀριθμεῖ λέγων καί, ὅτι ἐν ταύτῃ οὐ φαίνεται ἀσπάλαξ πάσης τῆς Βοιωτίας ἐχούσης, κἄν τις ἔξωθεν ἐνέγκῃ, οὐ δύναται αὐτόθι ζῆν. Ἰστέον δὲ ὅτι, εἰ καὶ παράγωγόν ἐστιν ἡ Κορώνεια ἐκ τοῦ Κορώνη, ἀλλ' οὖν ἡ τρισυλλάβως λεγομένη Κορώνη πόλις Μεσσήνης ἐστίν. ἐν δὲ τῷ Γεωγράφῳ φέρεται, ὅτι Κορώνεια ἐγγὺς Ἑλικῶνος ἐφ' ὕψους ἱδρυμένη· παραρρέει δ' αὐτὴν ποταμὸς Κουάριος· ἔνθα τὰ Παμβοιώτια συνετέλουν. ταύτης τῆς Κορωνείας, φησίν, οἱ πολῖται Κορώνιοι, οἱ δὲ ἐν τῇ Μεσσηνιακῇ Κορωνεῖς. ὥστε κατὰ τοῦτον οὐ μόνον Κορώνη ἐν τρισὶ συλλαβαῖς ἡ Μεσσηνιακή, ἀλλ' ἰδοὺ καὶ Κορώνεια. Ὅρα δὲ τὸ Παμβοιώτια· Ἑορτὴ γὰρ ἦν κοινὴ πάντων Βοιωτῶν, ὥσπερ καὶ ἡ τῶν Ἰώνων πάντων Πανιώνια, ὅμοιον καὶ τὸ Παναθήναια. ἐξ Ὁμήρου δὲ τῶν τοιούτων ἡ ἀρχὴ εἰπόντος Παναχαιοί, οὗ παράφρασις τὸ Πανελλήνιον. Ἁλίαρτος δὲ ἀρσενικῶς λέγεται κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, κτισθεὶς ὑπὸ Ἁλιάρτου, υἱοῦ Θερσάνδρου. γράφεται δέ, φησί, καὶ Ἀρίαρτος. ὅτι δὲ δασύνεται ἡ ἄρχουσα, δηλοῖ τὸ «ποιήενθ' Ἁλίαρτον». ἔχει δὲ ἕλη καὶ λίμνας καὶ ὑδατόρρυτός ἐστι· διὸ καὶ ποιήεις λέγεται, ὅ ἐστι βοτανώδης ἢ πολυβότανος. ὁ δὲ Ἁλίαρτος ἀδελφὸς ἦν Κορώνου τοῦ ἀνωτέρω ῥηθέντος. Ἡ δὲ γεωγραφία λέγει καὶ πῶς ποιήεις ὁ Ἁλίαρτος. ἐγένετο γάρ, φησί, κατὰ τὸν Ὀρχομενὸν χάσμα, ὃ τὸν Μέλανα ποταμὸν ἐδέξατο τὸν ῥέοντα διὰ τῆς Ἁλιαρτίας καὶ ποιοῦντα τὸ ἐκεῖ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον. καὶ ἠφάνισται ὁ ποταμὸς τέλεον εἴτε τοῦ χάσματος διαχέαντος, φησίν, αὐτὸν εἰς ἀδήλους πόρους εἴτε τῶν Ἁλιαρτίων ἑλῶν προσαναλισκόντων αὐτόν· ἀφ' ὧν ποιήεντα τὸν Ἁλίαρτον ὁ ποιητὴς λέγει. λέγει δὲ ἡ αὐτὴ γεωγραφία καὶ ὅτι ἡ Ἁλίαρτος. καὶ σημείωσαι, ὅτι καὶ θηλυκῶς λέγεται ἡ Ἁλίαρτος. ἡ τοίνυν Ἁλίαρτος νῦν, φησίν, οὐκ ἔστι, κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ. τὴν χώραν δ' ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων. [Σημείωσαι δέ ὡς, εἴπερ θήλεος μὲν γένους ἡ Ἁλίαρτος, εὐσυντάκτως δὲ ἔχει οὕτω τὸ «ποιήενθ' Ἁλίαρτον», ἄρα κατὰ γένος ὅμοιον προήνεκται καὶ τὸ «Πύλον ἠμαθόεντα» καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
