# Commentarii ad Homeri Iliadem 1.421

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.421

Δαύλιος καὶ Δαυλίδιος. ὁ δὲ Γεωγράφος, παρ' ᾧ κεῖται καί, ὅτι δαυλοὶ τὰ δάση, ἱστορεῖ ὅτι Δαυλὶς ἐν μεσογαίᾳ μετὰ Δελφοὺς ὡς πρὸς ἕω, πολίχνιον ὅπου Τηρέα τὸν Θρᾷκά φασί τινες δυναστεῦσαι. καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνην ἐκεῖ μυθεύονται γενέσθαι ἢ καὶ ἐν Μεγάροις κατὰ Θουκυδίδην. Ὁ δὲ Πανοπεὺς ἀπὸ Πανοπέως ὠνόμασται, υἱοῦ Φώκου. ἕτεροι δὲ Πανόπην μὲν γράφουσι τὴν πόλιν, Πανοπέα δὲ τὸν αὐτῆς πολίτην, ὡς ἐν τοῖς Ἐθνικοῖς γράφεται. ζήτει δὲ καὶ τὸν Σοφοκλῆν εἰπόντα «Φανοτεὺς ὁ Φωκεύς». φασὶ γὰρ οἱ παλαιοὶ ἐκεῖ τινα χρήσιμα τοῖς ἐνταῦθα. Φάμενοι δὲ οἱ ἀρχαῖοι, ὅτι ὁ Ζηνόδοτος ἐν τῷ «καὶ Δαυλίδα καὶ Πανοπῆα» γράφει καὶ Πανόπεων ὡς Μενέλεων, αἰτιῶνται τὴν γραφήν, διότι ἄμετρόν τε ποιεῖ τὸν στίχον καὶ οὐδὲ σχηματίζει καθ' Ὅμηρον τὸ ὄνομα. ἔστι γὰρ Πανοπέως ὡς Ἀχιλλέως, ὡς δηλοῖ καὶ τὸ «ἐν κλυτῷ Πανοπῆϊ». Ἐν δὲ τῷ Γεωγράφῳ κεῖται, ὅτι Πανοπεύς, ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις καὶ ὅτι ἐνταῦθα ἡ τοῦ Ἐπειοῦ πατρὶς καὶ ὅτι ἐκεῖ μυθεύονται τὰ περὶ τὸν Τιτυόν, ἤγουν ἡ τῆς Λητοῦς βία ὑπ' αὐτοῦ, δι' ἣν οἱ μυθικοὶ γῦπες αὐτῷ κατὰ τοῦ ἥπατος ἐμφύονται καὶ κείρουσι τροφὴν εὑρηκότες ταύτην καλὴν καὶ διηνεκῆ καὶ ἀδάπανον, ὡς ὁ μῦθος βούλεται. (v. 521) Ἡ δὲ Ἀνεμώρεια ὠνόμασται μέν, φασίν, ἀπὸ τοῦ συμβαίνοντος πάθους· ὑπέρκειται γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι' ἡμέρας καὶ νυκτὸς καταιγίζεται πανταχόθεν. ἔστι δὲ μεθόριον Φωκίδος καὶ Δελφῶν κειμένη ἐπὶ λόφου ὑψηλοῦ. ταῦτα ἐν τοῖς Ἐθνικοῖς, ἐν οἷς καὶ ὅτι Ἀνεμώρεια ἡ νῦν Ἀνεμώλεια. τὸ μέντοι ἐν Κιλικίᾳ Ἀνεμούριον ἐξ ὁμοίου μέν τινος πάθους ὠνόμασται, οὐδετέρως μέντοι προάγεται. Ἡ δὲ τοῦ Γεωγράφου περὶ Ἀνεμωρείας ἱστορία φησὶ καὶ αὐτή, ὅτι Κατοπτήριος χῶρος ἐκεῖ καταιγίζων εἰς Ἀνεμώρειαν, κρημνός τις ἀπὸ Παρνασσοῦ διήκων, καὶ ὅτι τινὲς Ἀνεμώλειαν ταύτην εἶπον καὶ ὅτι ὅριον ἦν ὁ τόπος Δελφῶν καὶ Φωκέων. Ἡ δὲ Ὑάμπολις εἰ μὲν ἀπὸ τῶν Ὑάντων ὠνόμασται τῶν περὶ Βοιωτίαν, οὐκ ἔστιν ἀκριβῶς εἰπεῖν. οὐ πολὺν δὲ λόγον ἔσχε παρὰ τοῖς παλαιοῖς. φασὶ δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ σ λέγειν αὐτὴν Ὑσάμπολιν. Ἡ δὲ γεωγραφικὴ ἀκρίβεια παραδίδωσιν, ὅτι Ἀνεμώρεια ἡ προσεχῶς ἀνωτέρω ῥηθεῖσα Ὑάμπολις μετωνομάσθη, εἰς ἣν ἐξέπεσον ἐκ Βοιωτίας Ὕαντες. ἑτέρα δὲ αὕτη τῆς ἐν Παρνασσῷ φησιν Ὑαμπόλεως. καὶ ὅρα ὅτι τρεῖς ἐντεῦθεν Ὑαμπόλεις ἀναφαίνονται, ἥ τε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
