# Commentarii ad Homeri Iliadem 1.438

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.438

»Κωλιάδες δὲ γυναῖκες φρίξουσιν ἐρετμοῖς». ταῦτα τοῦ Γεωγράφου. περὶ δὲ Ἀθηναίων καὶ Ἀττικῆς καὶ Κέκροπος καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἐν τῷ «οἳ δ' ἄρ' Ἀθήνας εἶχον» δέχεσθαι δεῖ καὶ τοὺς Μεγαρέας· καὶ αὐτοὶ γὰρ μετέσχον τῆς στρατείας. ὅτι δὲ πολλαὶ Ἀθῆναι καὶ ὅτι πολλαὶ Ἀθηναίων ἐγένοντο ἀποικίαι, τεθρύληται. καὶ Ἀμισὸς γοῦν ἡ Ποντικὴ κατὰ τὸν Γεωγράφον Ἀθηναίων ἐποικησάντων Πειραιεὺς μετωνομάσθη, ὁμωνύμως τῷ Ἀττικῷ Πειραιεῖ, καὶ τὸ Ἀτραμύττιον δὲ Ἀθηναίων ἔσχεν ἀποικίαν. (v. 552) Περὶ δὲ Πετεῷο καὶ ὅλως περὶ τῆς Ἀθηναίων ταύτης ἀρχῆς καὶ τοιαῦτα ἱστορεῖται. Θησεὺς τοὺς Παλλαντίδας ἑλὼν ἐκβάλλει Πετεὼν ἅμα τῷ παιδὶ Μενεσθεῖ ὡς συναιρόμενον τοῖς Παλλαντίδαις. ἐπεὶ δὲ ὕστερον αἱ Ἀφίδναι ὑπὸ Διοσκούρων ἑάλωσαν διὰ τὴν ἀδελφὴν Ἑλένην καὶ οἱ Θησεῖδαι εἰς Εὔβοιαν ἔφυγον, ἐπιθέμενος ἦρξεν Ἀθηναίων ὁ Μενεσθεύς· περὶ δὲ τὸν ἀπόπλουν στασιάσαντες οἱ Ἀθηναῖοι προϊστῶσιν ἄρχειν σφῶν Δημοφῶντα τὸν Θησείδην, οὗ καὶ Εὐριπίδης μέμνηται ὄζους Ἀθηνῶν ὀνομάζων αὐτὸν καὶ τὸν ἀδελφὸν Ἀκάμαντα. ὅτι δὲ πρῶτοι Ἀθηναῖοι ἐχαλκούργησαν, δηλοῖ ὁ εἰπών, ὅτι Χάλκεια ἑορτὴ ἀρχαία δημοτελής. ὕστερον δὲ ὑπὸ μόνων ἤγετο τῶν τεχνιτῶν ἔνῃ καὶ νέᾳ Πυανεψιῶνος, ἐπείπερ Ἥφαιστος ἐν τῇ Ἀττικῇ χαλκὸν εἰργάσατο. [Πυανεψιών δὲ ὅτι μηνὸς ὄνομα παρ' Ἀττικοῖς κυάμων ἑψήσει παρωνυμούμενος καὶ ὡς ἔνη καὶ νέα ἡ νουμηνία, καθὰ καὶ τῷ Κωμικῷ καὶ ἑτέροις ἀρέσκει, οὐ τοῦ νῦν λόγου πλατύνειν.] (v. 557) Ὅτι Αἴας ἐκ Σαλαμῖνος ἄγε δυοκαίδεκα νῆας. [ἕτεροι δὲ γράφουσιν ἐκ Σαλαμῖνος ἄγε τρισκαίδεκα νῆας. πρὸς ὅπερ παρῴδηται τὸ «ἐκ Σαλαμῖνος ἄγε τρισκαίδεκα νήσσας».] καὶ ὅρα, ὅπως πάνυ ἀπεστένωσεν ὁ ποιητὴς τὸν περὶ τοῦ μεγάλου Αἴαντος λόγον μονονουχὶ λέγων, ὅτι, ὃν ἐν τοῖς μετὰ ταῦτα σεμνυνοῦσιν αἱ ἀνδραγαθίαι, τί ἄν τις ἐνταῦθα περιεργάζοιτο. τυχὸν δὲ καὶ διὰ τὸ μηδέν τι ἀξιόλογον ἔχειν εἰπεῖν περὶ τῶν κατὰ τὴν Σαλαμῖνα. Τὸ δὲ μεγαλεῖον τοῦ ἥρωος δηλοῖ καὶ τὸ «ᾄδειν Τελαμῶνος» παροιμιακῶς λεχθὲν ἀπὸ σκολιοῦ μέλους, οὗ ἀρχή· «παῖ Τελαμῶνος Αἶαν αἰχμητὰ λέγουσί σ' ἐς Τροίαν ἄριστον ἐλθεῖν Ἀχαιῶν μετ' Ἀχιλλέα». ἦν δέ, φασί, περιμάχητος Ἀθηναίοις καὶ Μεγαρεῦσιν ἡ Σαλαμίν. Σόλων δὲ ἢ Πεισίστρατος παρενέγραψεν ἐνταῦθα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
