# Commentarii ad Homeri Iliadem 1.439

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.439

μετὰ τὸν Ὁμήρου στίχον τὸ «στῆσε δ' ἄγων, ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες» καὶ οὕτω μάρτυρι τῷ ποιητῇ ἐχρήσατο τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, ὁ καὶ λέγων, ὅτι πολλὰ ἔπη ἀντιμαρτυρεῖ τῷ τοιούτῳ λόγῳ καὶ ὅτι οὐκ ἀρέσκει τοῖς Κριτικοῖς ἡ τοιαύτη τοῦ ἔπους παρένθεσις, Κριτικοὺς εἰπὼν τοὺς κατὰ τὴν γραμματικὴν παράδοσιν εἰδότας κρίνειν τὰ ποιήματα. ὁ δ' αὐτὸς λέγει καί, ὅτι οἱ Μεγαρεῖς αὖθις μεταποιούμενοι τῆς Σαλαμῖνος ἀντιπαρῴδησαν οὕτως· «Αἴας δ' ἐκ Σαλαμῖνος δώδεκα ἄγεν νέας, ἔκ τ' Αἰγειρούσσης Νισαίης τε Τρίποδός τε». χωρία δέ, φησί, ταῦτα Μεγαρικά, ὧν ἡ Νίσαια παρώνυμος Νίσῳ, οὗ ἀδελφοὶ Αἰγεὺς καὶ Πάλλας καὶ Λύκος, Πανδίονος υἱοί· περὶ δὲ Σαλαμῖνος καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται· ἔστι δὲ καὶ Κυπρία Σαλαμίν, ἣν Τεῦκρος οἰκίσας μετὰ Τροίας ἅλωσιν ὁμωνύμως τῇ πατρίδι καὶ αὐτὴν Σαλαμῖνα ἐκάλεσε. σημείωσαι δὲ ὅτι πλανῶνται οἱ ἀπὸ τῆς ῥηθείσης Νισαίας ἢ Νίσης Ὁμηρικῆς τινος τοὺς ᾀδομένους Νισαίους ἵππους λέγοντες. τῷ Γεωγράφῳ γὰρ οὐδὲν τοιοῦτον ἔγνωσται, ἀλλὰ τοῦτο καὶ μόνον φησίν, ὅτι Νισαῖοι ἵπποι ἄριστοι καὶ μέγιστοι, οἷς ἐχρῶντο οἱ βασιλεῖς, ἐξ Ἀρμενίας ἦσαν, οἱ δέ φασιν ἀπὸ Μηδίας. Ἰστέον δὲ καὶ ὅτι Πορφύριος εἰς Αἴαντα ἐπίγραμμα παλαιὸν προφέρει τόδε· «Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι Αἴαντος τύμβῳ κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένη, οὕνεκ' Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσων ἐμοῦ κέκριται». [ὃ δὴ παρῳδήσας τις κατὰ τῆς ἡδονικῆς φιλοσοφίας ἔγραψεν οὕτως· «Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι Ἡδονῇ αἰσχίστως κειραμένη πλοκάμους. θυμὸν ἄχει μεγάλῳ βεβολημένη, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρείσσων ἐμοῦ κέκριται».] Ἱστορεῖ δὲ ὁ αὐτὸς Πορφύριος καί, ὅτι Ἀριστοτέλης σύγγραμμα πραγματευσάμενος, ὅπερ ἐκλήθη Πέπλος, γενεαλογίας τε ἡγεμόνων ἐξέθετο καὶ νεῶν ἑκάστων ἀριθμὸν καὶ ἐπιγράμματα εἰς αὐτούς, ἃ καὶ ἀναγράφεται ὁ Πορφύριος ἐν τοῖς εἰς τὸν Ὅμηρον, ἁπλᾶ ὄντα καὶ οὐδέν τι παχὺ καὶ φλεγμαῖνον ἔχοντα. δίστιχα δὲ τὰ ὅλα ἐκεῖνα δίχα τοῦ ῥηθέντος εἰς τὸν Αἴαντα· ἴσως γὰρ ὁ Ἐπιγραμματοποιὸς ἐφιλοτιμήσατο ἀπεναντίας ἐλθὼν τῷ ποιητῇ ἐπὶ μὲν τῷ λαμπρῷ Αἴαντι πολυλογῆσαι, τοὺς δὲ ἄλλους ἧττον σεμνῦναι. ἔτι καὶ ταῦτα τοῦ Πορφυρίου, ὅτι, εἰ καὶ Πηλεὺς καὶ Τελαμὼν ἀδελφοὶ ἐξ Αἰακοῦ, ὧν Πηλέως μὲν Ἀχιλλεύς, Αἴας δὲ Τελαμῶνος, ἀλλ' Ὅμηρος οὔτε Αἰακίδην φησὶ τὸν Αἴαντα οὔτε αὐτανεψίους ἀλλήλοις αὐτόν τε καὶ τὸν Ἀχιλλέα· καὶ ὅτι Εὐφορίων λέγει τοῦ αἵματος τοῦ ῥυέντος ἐκ τῆς τοῦ Αἴαντος σφαγῆς ὑάκινθον ἐκφῦναι· καὶ ὅτι ὁ τὴν μικρὰν Ἰλιάδα γράψας ἱστορεῖ μηδὲ καυθῆναι συνήθως τὸν Αἴαντα, τεθῆναι δὲ οὕτως ἐν σορῷ διὰ τὴν ὀργὴν τοῦ βασιλέως. ἔτι κἀκεῖνα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
