# Commentarii ad Homeri Iliadem 1.440

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.440

περὶ τῆς ῥηθείσης νήσου λέγεται. Σαλαμὶν νῆσος πρὸς τῇ Ἀττικῇ μῆκος ἑβδομήκοντα ἢ ὀγδοήκοντα σταδίων, ἔχουσα πόλιν ὁμώνυμον. ἐκλήθη δέ ποτε καὶ Πιτυοῦσσα ἀπὸ φυτῶν. ταύτην ἔχουσιν Ἀθηναῖοι σκηψάμενοι τὴν ἀνωτέρω ῥηθεῖσαν Ὁμηρικὴν δῆθεν μαρτυρίαν. (v. 558) [Φάλαγγας δὲ οὐ μόνον στρατιωτικάς τινας παρατάξεις οἴδαμεν, ὡς πολλαχοῦ φανεῖται, ὅθεν πέπαικται καὶ τὸ «λοπάδων παρατεταγμένη φάλαγξ», ἀλλὰ καὶ ζωΰφια ὑπὸ ὀρόφοις ἀραχνώμενα, ὧν καὶ ἡ κωμῳδία μέμνηται. Ἔτι δὲ καὶ τὰ ὑποτιθέμενα ἑλκομέναις ναυσίν, ὥς που καὶ ἀλλαχοῦ παρεδηλώθη· ὧν χρῆσις καὶ παρὰ Ἀθηναίῳ ἐν τῷ «φάλαγγας ἐπικαρσίας» καὶ ἐν τῷ «ἡδράσθη τὸ πλοῖον ἀσφαλῶς ἐπὶ φαλάγγων».] (v. 559—68) Ὅτι «οἳ Ἄργος εἶχον Τίρυνθά τε τειχιόεσσαν, Ἑρμιόνην Ἀσίνην τε βαθὺν κατὰ κόλπον ἐχούσαν, Τροιζῆνα, Ἠϊόνας τε καὶ ἀμπελόεντ' Ἐπίδαυρον· οἵ τ' ἔχον Αἴγιναν Μάσητά τε»· τούτων Διομήδης ἡγεμόνευε καὶ Σθένελος Καπανέως υἱὸς καὶ Εὐρύαλος ὁ Μηκιστέως· συμπάντων δὲ ἡγεῖτο Διομήδης· «τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο». [Ἰστέον δ' ὡς οὐκ ἀπήλλακται τῆς Ὁμηρικῆς ποικιλίας οὐδὲ τὰ ῥηθέντα, ἐν οἷς τὸν μὲν Διομήδην ἀγενεαλόγητον ἀφεὶς ἀγαθὸν μόνον δὶς προσεῖπε, τὸν δὲ Σθένελον φίλον υἱὸν Καπανέως φράσας τὸν πατέρα ἐπῄνεσεν, ἀγακλυτὸν ἐκεῖνον εἰπών· τὸν δὲ Εὐρύαλον καὶ ἐπιθέτῳ ἐσέμνυνεν ἰσόθεον φῶτα καλέσας καὶ Ταλαΐονος ἄνακτος πάππου καὶ Μηκιστέως πατρὸς ἐγενεαλόγησεν· ἔτι τὴν μὲν Ἑρμιόνην καὶ τὴν Τροιζῆνα δίχα συνδέσμων ἔγραψεν ἀποστατικῶς, τὰ δ' ἄλλα συνέδησε.] (v. 559) Τῶν δὲ ῥηθέντων τόπων περὶ μὲν Ἄργους ἀρκούντως ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται· νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι παροιμία ἐκ τούτου φέρεται τὸ «Ἀργεία φορά» παρὰ Παυσανίᾳ. ἐσκώπτοντο γάρ, φησίν, Ἀργεῖοι εἰς φιλοδόξους καὶ συκοφάντας. Τὴν δὲ Τίρυνθα τειχιόεσσαν λέγει διὰ τὸ εὖ τετειχίσθαι. δοκεῖ δέ, φασίν, ὑπὸ Κυκλώπων τειχισθῆναι τῶν κατὰ τὸ Ἄργος, οἳ καὶ ἐγχειρογάστορες ἐκαλοῦντο καὶ χειρογάστορες οἷα χειροτέχναι καὶ τοῖς ἐκ χειρῶν ἔργοις τὴν γαστέρα πληροῦντες. ἀλλὰ τοῦτο μὲν τῆς ἱστορίας· Ὁ δὲ μῦθος τερατολογεῖ τῆς γαστρὸς ἑκάστῳ αὐτῶν ἐκπεφυκέναι τὰς χεῖρας. ὑπὸ τούτων γοῦν, φασί, τῶν Κυκλώπων ἐτειχίσθη τὸ Ἄργος, οὐ μὴν ὑπὸ τῶν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
