# Commentarii ad Homeri Iliadem 1.445

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.445

πλατύτερον δὲ εἰπεῖν, ὅπως ἡ ἀρχὴ περιῆλθε τῷ Διομήδει. Ἰστέον ὅτι κατὰ τὴν ἱστορίαν ἐπὶ Ἀναξαγόρου, υἱοῦ Προίτου, βασιλέως Ἄργους, ὁ μάντις Μελάμπους καθάρας τῆς μανίας τὰς Ἀργείας, ἢ ὥς τινες μᾶλλόν φασι, τὰς Προιτίδας, ἐκοινώνησεν αὐτῷ τῆς ἀρχῆς ἅμα Βίαντι τῷ οἰκείῳ ἀδελφῷ, καθάπερ συνήρεσε. τούτων δὲ Βίαντος μὲν Ταλαός, Μελάμποδος δὲ Ἰοκλῆς, Ἀναξαγόρου δὲ Ἶφις, ὧν καταδυναστεύσας ὁ Βιαντίδης Ταλαὸς μόνος ἦρξεν. ὕστερον δὲ Ἀμφιάραος ὁ τοῦ ῥηθέντος Ἰοκλέος ἄρχει Ταλαὸν ἀνελών. Ἄδραστος δὲ ὁ Ταλαοῦ δείσας καὶ εἰς Σικυῶνα ἐλθὼν τὴν ἐκεῖ ἀρχὴν δέχεται Πολύβου τοῦ μητροπάτορος, καὶ ἅμα Ἴφιδι ἐπιστρατεύσας Ἀμφιαράῳ καὶ νικήσας πάλιν εἰς τρία κατέστησε τὴν ἀρχήν. εἶτα Ἀμφιαράου μὲν ἐν Θήβαις ἀπολωλότος, Ἴφιδος δὲ ἐν νόσῳ, Ἀδράστου δὲ ἐπὶ τῷ πένθει Αἰγιαλέως, Ἀγαμέμνων ὑφ' ἑαυτῷ ποιησάμενος τὸ Ἄργος ἐμέρισεν αὐτὸ ἐν τῷ στρατεύειν ἐπὶ Ἴλιον τοῖς ἀπογόνοις τῶν ἀρχόντων ἐκείνων, Σθενέλῳ Προιτίδῃ, Εὐρυάλῳ Ταλαϊονίδῃ καὶ Διομήδει ὁμοίως, διὰ τὴν ἐπιγαμίαν Ἀδράστου. οὐ γὰρ μόνον θυγατριδοῦς ἦν ὁ Διομήδης τῷ Ἀδράστῳ ἀπὸ Δηϊπύλης, ἀλλὰ καὶ γαμβρὸς ἐπὶ Αἰγιαλείᾳ τῇ θυγατρί· τοὺς γὰρ τοῦ Ἀμφιαράου ὑπενόει, τουτέστιν ὑπώπτευεν, ὡς φίλους Θυέστου. Τοιαῦτα τὰ τῆς ἱστορίας, ἣν οἱ ἐκθέμενοί φασι καί, ὅτι τὸ Ἄργος ἀπὸ Ἄργου ὠνομάσθη, ἀπογόνου Φορωνέως, καὶ ὅτι διὰ τὸ πρῶτον ᾠκίσθαι τὸ Ἄργος διὰ τοῦτο καὶ πρῶτον ἐτάχθη τῶν ὑπὸ τῷ Ἀγαμέμνονι ἐν τῷ ῥηθέντι Καταλόγῳ, ἐξ οὗ, φασί, καὶ πάντες Ἕλληνες Ἀργεῖοι, δι' οὓς ὦφλε δίκην ἐξ ἐρήμης ὁ ποιητὴς ἀνδρὶ φθονερῷ. κατὰ γὰρ τὴν Ἡροδότου ἱστορίαν Κλεισθένης, Σικυῶνος τύραννος, Ἀργείοις πολεμήσας ἔπαυσε τοὺς ῥαψῳδοὺς ἐν Σικυῶνι ἀγωνίζεσθαι, τῶν Ὁμήρου, φησίν, ἐπῶν ἕνεκα, διότι Ἀργεῖοι καὶ Ἄργος τὰ πολλὰ ἐν αὐτοῖς ὑμνοῦνται. δῆλον δὲ ὅτι οὐ μικροβασιλεὺς ὁ Ἀγαμέμνων, ὃς καθάπερ ἄλλοις ἑτέρους τόπους, οὕτω καὶ τοῖς περὶ Διομήδην τὴν Ἀργείαν ἀπεχαρίσατο. λέγουσι δὲ οἱ παλαιοὶ ἐν τῷ τῶν Ἀργείων τούτῳ καταλόγῳ καί, ὅτι ἀκολούθως μετὰ Σαλαμῖνα ἐπὶ Πελοπόννησον ἧκεν ὁ ποιητής. ἐπεὶ δέ, φασί, τότε ἓξ ἦσαν ἐκεῖ δυναστεῖαι, ἐν μὲν τῷ πρὸς ἠῶ μέρει, ἤτοι τῷ ἀνατολικῷ, δύο, ἐν δὲ τῷ πρὸς ἑσπέραν τέσσαρες, πρώτας τὰς πρὸς ἠῶ καταλέγει, τὴν Ἀργολικήν, ἤτοι τὴν τῶν Ἀργείων, καὶ τὴν Μυκηνίδα, ἥτις ἦν ὑπὸ τῷ Ἀγαμέμνονι. εἶτα Λακωνικὴν καὶ Πύλιον, εἶτα Ἠλείαν καὶ Ἀρκαδικήν. ζητητέον δέ, τί δήποτε δηλοῖ τὸ «ἓξ ἦσαν δυναστεῖαι», ὡς ἀνωτέρω

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
