# Commentarii ad Homeri Iliadem 1.448

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.448

καλεῖ. Θουκυδίδης δὲ ἐμπόριον αὐτὴν Ἑλλάδος λέγει. ὁ δὲ Γεωγράφος καὶ ταῦτα περὶ Κορίνθου φησίν· Ἀφροδίτης ἐκεῖσε ἱερὸν πλουσιώτατον. πλείους οὖν ἢ χιλίας ἱεροδούλους εἶχεν ἑταίρας καὶ διὰ ταύτας πολυωχλεῖτο ἡ πόλις καὶ ἐπλουτίζετο ἐξαναλισκομένων τῶν ναυτίλων, ὅθεν ἡ παροιμία φησίν· «οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ' ὁ πλοῦς», [παρεξεσμένη πρὸς τὸ «οὐκ ἐνθάδ' οἱ πλοῖ τοῖσι σώφροσι βροτῶν», ὃ δή φησι Σοφοκλῆς.] Ἔχει δὲ ὄρος ὑψηλόν, ὅπερ εἰς ὀξεῖαν μὲν τελευτᾷ κορυφήν, καλεῖται δὲ Ἀκροκόρινθος. καὶ ἡ μὲν κορυφὴ ναΐδιον ἔχει Ἀφροδίτης, ὑπὸ δὲ τῇ κορυφῇ τὴν Πειρήνην εἶναι συμβαίνει κρήνην, ἔκρυσιν μὲν οὐκ ἔχουσαν, μεστὴν δ' ἀεὶ διαυγοῦς καὶ ποτίμου ὕδατος. ἐξ αὐτῆς δὲ καὶ ἐξ ἄλλων ὑπονόμων φλεβίων συνθλίβεται πρὸς τῇ ῥίζῃ τοῦ ὄρους κρήνη ἐκρέουσα εἰς τὴν πόλιν, ἀφ' ἧς ἱκανῶς ὑδρεύονται. ἐνταῦθά φασι πίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ τοῦ Βελλεροφόντου. ἠρημώθη δὲ ὕστερον ἡ πόλις καὶ τὴν πλείστην αὐτῆς ἔσχον οἱ Σικυώνιοι. ἀνελήφθη δ' ὕστερον ὑπὸ Καίσαρος. χώραν δὲ ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάν τε καὶ τραχεῖαν, ὅθεν ὀφρυόεις Κόρινθος ἐλέγετο καὶ παροιμία ἐφέρετο λέγουσα· «Κόρινθος ὀφρύεται καὶ κοιλαίνεται». Κλεωναὶ δὲ πόλισμα, φασίν, ἐπὶ τῇ ὁδῷ τῇ ἐξ Ἄργους εἰς Κόρινθον ἐπὶ λόφου περιοικουμένου πανταχόθεν καὶ τετειχισμένου καλῶς. διέχει δὲ Ἄργους μὲν στάδια εἴκοσι, Κορίνθου δὲ ὀγδοήκοντα. Ἐνταῦθα καὶ ἡ Νεμέα μεταξὺ Κλεωνῶν καὶ Φλιοῦντος καὶ τὸ ἄλσος, ἐν ᾧ τὰ Νέμεα συνετελοῦντο. καλοῦνται δὲ Κλεωναὶ ἀπὸ Κλεώνης τῆς Ἀσωποῦ, [τοῦ τοῦ Ὠκεανοῦ καὶ Μετώπης τῆς καὶ παρὰ τῷ Πινδάρῳ], κατὰ δέ τινας ἀπὸ τοῦ Νεμεαίου λέοντος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οἱονεὶ Λεωναί καὶ πλεονασμῷ Κλεωναί. πληθυντικῶς δὲ αὕτη ἀεὶ λέγεται. ἡ μέντοι Κλεώνη νῆσος περί που τὴν ᾀδομένην Κέρνην αὐτὴ ἑνικῶς καὶ διὰ δύο ν γράφεται. Ἡρόδοτος δὲ καὶ ἔσω τοῦ Ἄθω οἶδε πόλιν Κλεωνάς. (v. 571) Ὀρνειαὶ δὲ ἢ δίχα τοῦ ι Ὀρνεαί —τοῦτο γὰρ μάλιστα ἐν κοινῇ χρήσει κεῖται—κώμη ἐστὶν Ἀργείας κατὰ τὸν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
