# Commentarii ad Homeri Iliadem 1.451

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.451

οὐ πλουτεῖτε, οὔτε μὴν δευτερεῖον, ὡς ἀκοῦσαι βούλεσθε, ἀλλ' οὐδὲ τρίτοι οὐδὲ τέταρτοι τὰ εἰς ἀνδρίαν ἐστέ. ὁ δὲ Στράβων λέγει καί, ὅτι Αἴγιον ἱκανῶς οἰκούμενον. ἱστοροῦσι δ' ἐνταῦθα τὸν Δία ὑπ' αἰγὸς τραφῆναι, ἣν Ὠλενίην Ἄρατος λέγει, διότι πλησίον ἡ Ὠλένη ἢ ὁ Ὤλενος, κτίσμα ὁμώνυμον τῷ Αἰτωλικῷ μεταξὺ Πατρῶν καὶ Δύμης. ῥεῖ δὲ αὐτόθι Σελινοῦς ποταμός. εἰσὶ δὲ καὶ ἄλλοι, φησίν, ὁμώνυμοι τούτῳ ποταμοί. (v. 575) Ὁ δὲ Αἰγιαλὸς κατὰ τὸν Γεωγράφον τῶν Ἀχαιῶν ἐστι καὶ αὐτός. καὶ χώρα ἐκεῖσε Αἰγιάλεια τὸ παλαιὸν καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς. ὕστερον δὲ Ἰωνία ἐκλήθη ἀπὸ Ἰώνων, καθάπερ καὶ ἡ Ἀττικὴ ἀπὸ Ἴωνος τοῦ Ξούθου. Ἀθηναῖοι δέ, φησίν, ἔστειλαν εἰς ἀποικίαν ἐκεῖ τοὺς Ἴωνας, οἳ ἀντ' Αἰγιαλοῦ Ἰωνίαν τὴν χώραν ἐκάλεσαν καὶ τοὺς ἄνδρας ἀντ' Αἰγιαλέων Ἴωνας. πλατὺς δέ τις ὁ Αἰγιαλὸς οὗτος ἔοικεν εἶναι καὶ εὐρύχορος καὶ διήκων ἐπὶ πολύ· διὸ καὶ ἐπεσημήνατο ὁ ποιητής· «Αἰγιαλόν τ' ἀνὰ πάντα»· τὸ γὰρ πάντα πληθυσμόν τινα δηλοῖ τόπου. ἐλέγετο δέ, φασίν, Αἰγιαλὸς καὶ ἡ παραθαλασσία πλευρὰ Πελοποννήσου, ἡ παρατείνουσα ἐκ Σικυῶνος ἕως Ἤλιδος. καὶ τάχα διὰ τοῦτον τὸν Αἰγιαλὸν εἶπεν ὁ ποιητὴς τὸ «ἀνὰ πάντα», ὡς τοσούτου τόπου ὄντος ὑπὸ Ἀγαμέμνονι. Ὅρα δὲ καὶ ὅτι συνωνύμων οὐσῶν λέξεων τῆς ἠϊόνος καὶ τοῦ αἰγιαλοῦ, ὅμως οὐ ταὐτόν ἐστι τοπικῶς ἐν ἱστορίαις Ἠϊὼν καὶ Αἰγιαλός, ἀλλ', ὡς ἤδη ἐφάνη, ἕτερον μὲν Ἠϊών, ἕτερον δὲ Ἠϊόνες καὶ ἕτερον Αἰγιαλός. ὅτι δὲ καὶ πολλοὶ Αἰγιαλοί, ἐν τοῖς ἑξῆς μετ' ὀλίγα ῥηθήσεται. Ἑλίκη δὲ ἀπὸ Ἑλίκα, φασί, καλεῖται, υἱοῦ Λυκάονος, ἢ ἀπὸ Ἑλίκης τῆς Ἴωνος μὲν γυναικός, Σελινοῦντος δὲ θυγατρός, υἱοῦ Ποσειδῶνος. ἠφανίσθη δέ, φασίν, αὕτη ὑπὸ κύματος. ἐξαρθὲν γὰρ ὑπὸ σεισμοῦ τὸ πέλαγος κατέκλυσε καὶ αὐτὴν καὶ τὸ ἱερὸν τοῦ Ἑλικωνίου Ποσειδῶνος, ὃ ἐτίμων οἱ Ἴωνες, θύοντες ἐκεῖ τὰ Πανιώνια, περὶ ὧν φθάσαντες εἴπομεν· ἧς θυσίας ὑπονοεῖται μεμνῆσθαι καὶ ὁ ποιητὴς ἐν τῷ «βοῦς ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα». τότε γάρ, φασί, νομίζουσι καλλιερεῖν περὶ τὴν θυσίαν Ἴωνες, ὅταν θυόμενος ὁ ταῦρος ἐρεύξηται μυκητικῶς. λέγεται δὲ καὶ ἄλλη Ἑλίκη Θετταλική. (v. 578) Νώροπα δὲ χαλκὸν λέγει τὸν λαμπρὸν καὶ στερίσκοντα τοῦ ὁρᾶν, οἷα δυσωπουμένης τῆς ὄψεως πρὸς τὴν λαμπρότητα· ἔστι γὰρ στερητικὸν μὲν τὸ νω, ὁρᾶν δὲ τὸ βλέπειν, ἐξ οὗ ὁ νῶροψ. (v. 579) Κυδιόων δὲ ὁ γαυριῶν καὶ ὑψαυχενῶν, ὁποῖόν τι ἔοικε ποιεῖν ὁ Ἀγαμέμνων ἐν τῇ νῦν εἰς μάχην ἐξόδῳ. (v. 581—90) Ὅτι οἱ περὶ Λακεδαίμονα Φάρην τε Σπάρτην

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
