# Commentarii ad Homeri Iliadem 1.46

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.46

ἱερέα καὶ ἄποινα δέχεσθαι». ἰστέον δὲ ὅτι Εὐριπίδης ἐντεῦθεν λαβὼν ἔφη τὸ «λαοὶ δ' ἐπερρόθησαν». Ὅρα δὲ τὸ πάντες. πάντως γὰρ τοῖς πᾶσι καὶ Ὀδυσσεὺς καὶ Νέστωρ συνεισάγονται καὶ οἱ λοιποὶ ἀριστεῖς. εἰ τοίνυν οὐ πεισθείη ὁ βασιλεύς, ὑπὲρ πάντας ἐθέλει φρονεῖν μόνος, ὅπερ ἐπισφαλές, εἴ γε «εἷς ἀνὴρ οὐδεὶς ἀνήρ». οἱ δὲ τοιοῦτοι πάντες ἐπαινετέοι μὲν τῆς εὐπειθείας· οὐ γὰρ ἀντιλέγουσι τῷ βασιλεῖ· θρηνητέοι δὲ τῆς ἀθλιότητος, εἴ γε πανωλεθρίαν πείσονται διὰ τὴν τοῦ ἄρχοντος πεισμονήν. εἴτε δὲ αἱρετὸς βασιλεὺς ὁ Ἀγαμέμνων τοῖς Ἀχαιοῖς εἴτε φυσικός, οὐ καλὸν ἦν αὐτοὺς ἀντιπίπτειν αὐτῷ. διὸ καὶ οὕτω ποιοῦσι δεικνύντος τοῦ ποιητοῦ οἵους εἶναι δεῖ τοὺς ἀρχομένους τῷ ἄρχοντι. σημείωσαι δὲ ὅτι τὸ παρ' Ἡροδότῳ ἐπιφημίζεσθαι οὐ ταὐτόν ἐστι τῷ ἐπευφημεῖν, ἀλλὰ μαντικὴ λέξις ἐστὶ δηλοῦσα προφοράν τινα μαντείας δι' ἀναμνήσεως ἐνυπνίου. [Ἰστέον δὲ ὅτι τὸ Ἀχαιός δίχα τοῦ κατὰ τὴν δίφθογγον ι προφέρουσιν οἱ Αἰολεῖς κατὰ τοὺς τεχνικούς, οἳ λέγουσιν ὡς διάλεκτοί τινες ἀποβάλλουσι τὸ ι τῆς αι διφθόγγου, οἷον Ἀθηναῖοι μὲν τὸ κλαίει κλάει λέγουσιν· οὕτω δὲ καὶ καίει κάει, αἰεὶ ἀεί, αἰετὸς ἀετός. Αἰολεῖς δὲ τὸ παλαιός καὶ Ἀχαιός καὶ ἑταῖρος πάλαος καὶ Ἄχαος καὶ ἕταρος. Ἴωνες δὲ σὺν Ἀττικοῖς τὸ χρύσειος, ἀργύρειος, χάλκειος καὶ τὰ ὅμοια, χρύσεός φασι καὶ ἀργύρεος καὶ χάλκεος. ὡς δὲ οἱ Αἰολεῖς πολλάκις ἐν ταῖς διφθόγγοις οὐκ ἀποβάλλουσιν, ἀλλ' ἀρκοῦνται μόνῃ διαστάσει, ὡς ἐν τῷ Ἀτρεΐδης, Αἰγεΐδης, Ἀργέϊος, ἐξ ὧν τὸ Ἀτρείδης, Αἰγείδης, Ἀργεῖος, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί. (v. 23) Ὅτι τὰ παρὰ τῷ Χρύσῃ ἀπερείσια ἄποινα ἀγλαὰ ἱστορεῖ Ὅμηρος, ὅ ἐστιν αἰγλήεντα ἢ ἀγαλλιᾶν ἔχοντα.] (v. 24) Ὅτι οὐ λέγει ὁ ποιητὴς ὡς οὐκ Ἀτρείδαις ἥνδανεν ὁ τοῦ Χρύσου λόγος, ἀλλὰ τῷ Ἀτρείδῃ, τῷ Ἀγαμέμνονι δηλαδή. αὐτὸς γὰρ καὶ τοῦ ἀδελφοῦ, ὡς εἰκός, προεῖχεν οἷα πρεσβύτερος. ὡς γὰρ καὶ Ἡρόδοτός φησι «νομιζόμενα ἤγουν νομιζόμενον ἔστι παρὰ πάντων ἀνθρώπων τὸν πρεσβύτερον ἄρχειν». τὸ δὲ ἥνδανε, [περὶ οὗ δηλοῦταί τι καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν], δασύνεται, ὡς δηλοῖ καὶ ἐν τῇ τραγῳδίᾳ τὸ ἀφανδάνοντα. γίνεται δὲ ἐκ τοῦ ἥδω κατὰ παραγωγὴν ἡδάνω καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ ν ἁνδάνω. τὸν ὅμοιον δὲ τρόπον γίνεται καὶ ἐκ τοῦ λήθω τὸ λανθάνω καὶ μήθω μανθάνω καὶ λήχω λαγχάνω καὶ δήκω δαγκάνω, ἐξ οὗ Ἡρακλείδης συγκεκόφθαι φησὶ τὸ δάκνω κατά τινας, οἳ ἔθος φασὶν Αἰολικὸν ἔτι δὲ καὶ Ἀττικὸν βαρύτονα ῥήματα συγκόπτειν, οἷον ἀγείρω ἄγρω «ἀγρόμενος πᾶς δῆμος», ἐγείρω ἔγρω

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
