# Commentarii ad Homeri Iliadem 1.468

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.468

ποιητής. (v. 608) Στύμφηλος δὲ καὶ διὰ τοῦ α τὰ πλείω λέγεται Στύμφαλος. προάγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι δὲ οὐ μόνον πόλις Ἀρκαδική, ἀλλὰ καὶ πεδίον ὁμώνυμον καὶ πηγή, ὧν ἐθνικὸν Στυμφάλιος, ἐξ οὗ καὶ Στυμφαλία Ἄρτεμις καὶ λίμνη καὶ γυνή. ὅθεν Στράβων μέμνηται καὶ αὐτὸς λίμνης Στυμφαλίδος λέγων καί, ὅτι ἐνταῦθα τὰς ὄρνις μυθολογοῦσι τὰς ὑπὸ Ἡρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, ὅπερ τοῖς μεγάλοις ἄθλοις προσελογίσθη τοῦ ἥρωος. ὁ δ' αὐτὸς ἱστορεῖ καί, ὅτι ὑπὸ συχνῶν πολέμων πολλαὶ πόλεις τῶν Ἀρκάδων ἔνδοξοι οὖσαι ἠφανίσθησαν, ὧν καὶ ἡ Μεγάλη πόλις, οὕτως ὀνομαζομένη, περὶ ἧς Κωμικός τις ἔφη, ὅτι ἐρημία μεγάλη ἐστὶν ἡ Μεγάλη πόλις. Παρρασία δὲ ἡ πόλις ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονος παίδων. Νικάνωρ δέ τίς φησιν, ὡς ὁ τὰ Ἐθνικὰ γράψας λέγει, Παρβασίαν αὐτὴν κεκλῆσθαι διὰ τὴν τοῦ Λυκάονος εἰς τὸν Δία παρανομίαν καὶ κατ' ἐναλλαγὴν τοῦ β Παρρασίαν. τὴν δὲ τοῦ Λυκάονος ἐπὶ τῷ Διῒ παραιβασίαν, εἰπεῖν καθ' Ἡσίοδον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν Ὑπομνηματισταί. καὶ ταῦτα μὲν ἐν τούτοις. (v. 612—4) Ὁ δὲ ποιητὴς ἱστορεῖ καί, ὅτι αὐτὸς ὁ βασιλεὺς Ἀγαμέμνων νῆας τοῖς ἐξ Ἀρκαδίας ἔδωκε, κενὰς δηλονότι· «ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει», τουτέστιν οὐ φροντὶς ἦν αὐτοῖς τῶν κατὰ θάλασσαν οὐδὲ ναυτικοὶ ἦσαν, οἷα μεσήπειροι, ὡς μέσην οἰκοῦντες, καθάπερ εἴρηται, τὴν Πελοπόννησον καὶ πανταχόθεν τῆς θαλάσσης πολὺ ἀφεστῶτες. λύει δέ, φασίν, οὕτω ζήτημα ὁ ποιητὴς τὸ «πῶς μεσόγειοι ὄντες εἰς Ἴλιον ἦλθον καὶ πόθεν ἔσχον τὰς ναῦς». ὅρα δὲ ὅπως ὁ Ἀγαμέμνων πολύναυς, ἑκατὸν μὲν αὐτὸς νῆας ἔχων, ἑξήκοντα δὲ δοὺς τῇ τῶν Ἀρκάδων στρατιᾷ. Ἰστέον δὲ ὅτι ἐν τοῖς Παυσανίου φέρεται, ὅτι τε Ἀρκὰς κυνῆ ἐλέγετό τις ἤτοι Ἀρκαδικὸς πῖλος, διὰ τὸ ἔχειν ὡς εἰκός τι διάφορον πρὸς τὰ ὁμοειδῆ, καὶ ὅτι φελλός τις ἐφέρετο Ἀρκὰς καὶ ὅτι Ἐρατοσθένης παρὰ Ἀρκάσι φησὶ φελλὸν μέσον τι πρίνου καὶ δρυός, ὃ ἐνίους θηλύπρινον καλεῖν, καὶ ὅτι παροιμία ἦν τὸ «Ἀρκάδας μιμούμενος» ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲν οὐδέποτε ἐνίκησαν, πολλοῖς δὲ ἄλλοις αἴτιοι τοῦ νικᾶν ἦσαν, ὅθεν καὶ Πλάτων ὁ Κωμικὸς διὰ τὸ τὰς κωμῳδίας φησὶν αὐτὸς ποιῶν ἄλλοις ἐκδιδόναι διὰ πενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη· ἕτερος δὲ ῥήτωρ ἐπιδραμὼν τὰ πολλά φησιν· Ἀρκάδας μιμούμενος, ἤγουν ἄλλοις ταλαιπωρῶν. οἱ γὰρ Ἀρκάδες ὑπὲρ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
