# Commentarii ad Homeri Iliadem 1.469

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.469

ἑτέρων ἠνδραγαθίζοντο, φησίν. ὃ δὴ καὶ Ἡρακλῆς ἔπασχεν, ἐξ οὗ καὶ παροιμία ἐπὶ τῶν ἄλλοις μοχθούντων τὸ «ἐν τετράδι γεννηθῆναι», κατὰ τὸν Ἡρακλέα δηλαδή, ὃς ἐν μηνὸς τετάρτῃ γεννηθεὶς ἄλλοις ἤθλει. (v. 615—24) Ὅτι τοῖς περὶ τὸ Βουπράσιον καὶ τὴν Ἤλιδα, ἔνθα καὶ ἡ Ὑρμίνη καὶ ἡ Μύρσινος πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον, τέσσαρας ἀρχηγοὺς ὁ ποιητὴς ἐφιστᾷ, τὸν Διώρην καὶ τὸν Πολύξεινον καὶ ἀνεψιοὺς ἢ αὐτανεψίους, ὅ ἐστιν ἐξαδέλφους πρώτους, δύο, τὸν Ἀμφίμαχον καὶ τὸν Θάλπιον, ὧν γενέτας ἡ ἱστορία παραδίδωσι Κτέατον καὶ Εὔρυτον, τοὺς κατὰ μὲν τὸν ποιητὴν Ἀκτορίωνας, Μολιονίδας δὲ κατὰ τοὺς νεωτέρους. ὧν γενεαλογία τοιαύτη, συντρέχουσα τῇ ἐνταῦθα ἱστορίᾳ τοῦ ποιητοῦ. Ἀλέκτωρ, ὁ Ἐπειοῦ παῖς, νέος κομιδῇ βασιλεύων Ἤλιδος καὶ τὴν τοῦ Πέλοπος ἐπιβουλὴν δεδιὼς συλλαμβάνεται Φόρβαντα τὸν ἐξ Ὠλένου ἐπὶ ἡμισείᾳ τῆς βασιλείας. γίνεται δὲ τῷ μὲν Ἀλέκτορι ἐκ Διογενείας τῆς Φορβαντίδος υἱὸς Ἀμαρυγκεύς, οὗ μέμνηται ὁ ποιητὴς ἐνταῦθα. τῷ δὲ Φόρβαντι ἐξ Ὑρμίνης, ἀδελφῆς Ἀλέκτορος, Αὐγείας καὶ Ἄκτωρ, ὧν καὶ αὐτῶν μνεία ἐνταῦθα τῷ ποιητῇ. τούτων δὲ Ἀμαρυγκέως μὲν ὁ ῥηθεὶς ἀνωτέρω Διώρης, Αὐγείου δὲ Φυλεὺς καὶ Ἀγασθένης, ὁ ἐνταῦθα παρὰ τῷ ποιητῇ κείμενος, Ἄκτορος δὲ Κτέατος καὶ Εὔρυτος, ὧν Κτεάτου μὲν ὁ δηλωθεὶς Ἀμφίμαχος, Εὐρύτου δὲ ὁ Θάλπιος. ἀλλὰ Κτέατος μὲν καὶ Εὔρυτος ὑφ' Ἡρακλέος ὤλοντο, Φυλεὺς δὲ παρακαλεῖ τὴν ἀρχὴν τοῦ πατρὸς δοθῆναι Ἀγασθένει, οὗ παῖς ὁ Ὁμηρικὸς οὗτος Πολύξεινος. ὁ δὲ Φυλεὺς τί ἐποίησεν ἔκτοτε, μετ' ὀλίγον ἐν τῷ περὶ Δουλιχιωτῶν λόγῳ δηλωθήσεται. καὶ τοιαύτη μὲν ἡ τῶν ῥηθέντων τεσσάρων ἀρχηγῶν κατὰ τοὺς παλαιοὺς γενεαλογία. ὁ δὲ ποιητὴς ἑκάστῳ τούτων ἕπεσθαι λέγει δέκα νῆας. καὶ ὅρα ὅπως καινότερον ἐσχημάτισεν· οὐ γὰρ εἶπε «τοῖς δὲ τεσσαράκοντα νῆες ἕποντο», ἀλλὰ ἐμέρισεν αὐτὰς ἐπίσης τοῖς τέσσαρσιν. (v. 619) Ἐπειοὶ δὲ κατὰ τὸν ποιητὴν οἱ ἐν ταῖς ναυσὶ ταύταις· φησὶ γάρ· «πολέες δ' ἔμβαινον Ἐπειοί». καὶ σημείωσαι ὅτι τοὺς Ἠλείους καὶ Ἐπειοὺς ὀνομάζει ἑτερωνύμως τῷ τόπῳ ἐξ οὗ ἦσαν, καὶ ὥς φασιν οἱ παλαιοί, διῃρημένως πρὸς τὴν πόλιν. ἦσαν δὲ ἐκ τῆς Ἤλιδος, ᾗ παρονομασθέντες Ἠλεῖοι ἂν ἐλέχθησαν. οὕτω καὶ οἱ Ἄβαντες, ὡς προερρέθη, καὶ ἕτεροι δέ τινες ὁμοίαν ἑτερώνυμον παρωνυμίαν ἔπαθον. (v. 622) Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς Διώρης ἐκτείνει τὴν ἄρχουσαν. καὶ εἰ μὲν ἀπὸ τοῦ Διός γίνεται, δοτέον αὐτὸ τῇ τῶν διχρόνων ἀδιαφορίᾳ· εἰ δὲ παρὰ τὴν δια πρόθεσιν γεγονὸς κέκραται κατὰ τοὺς παλαιούς, πίπτει οὕτως ὑπὸ ἀναλογίαν. (v. 615) Τῶν δὲ ῥηθέντων τόπων τὸ Βουπράσιον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
