# Commentarii ad Homeri Iliadem 1.473

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.473

Σημείωσαι δὲ ὅτι, εἰ καὶ Ὅμηρος ἰδιάζειν δοκεῖ τὸ Δουλίχιον ἐκ τῶν Ἐχινῶν, ἀλλ' ἕτεροι τῶν Ἐχινάδων εἶναί φασι καὶ αὐτό. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν πολλοῖς ὁ ποιητὴς οὕτω ποιεῖ, ὡς καὶ προείρηται, ἰδίᾳ μὲν ἐκφωνῶν τὸ ὅλον, ἰδίᾳ δὲ τὸ μέρος, οἷόν ἐστι καὶ τὸ «εἰς Κύπρον, εἰς Πάφον». ὅλον μὲν γὰρ ἡ Κύπρος, μέρος δὲ αὐτῆς ἡ Πάφος. οὕτω γοῦν καὶ ἐνταῦθα ἐν ὁλότητι μὲν αἱ Ἐχινάδες, μέρος δὲ αὐτῶν τὸ Δουλίχιον. τοιαῦτα δὲ σχήματα καὶ ὁ Γεωγράφος ἐκτιθεὶς καὶ οὐ μόνον Ὁμηρικά, ἀλλὰ καὶ ἐξ ἑτέρων ποιητῶν, φησίν, ὅτι ἐν τῷ «ἐκ Δουλιχίου Ἐχινάων τε» συγκαταλέγεται τὸ μέρος τῷ ὅλῳ ποιητικῷ σχήματι· ἐντὸς γὰρ τῶν Ἐχινάδων καὶ τὸ Δουλίχιον. οὕτω καὶ τὸ Βουπράσιον συγκαταλέγει ὁ ποιητὴς τῇ Ἤλιδι, μέρος ὂν αὐτῆς. τοιοῦτόν φησι καὶ τὸ «ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος», περὶ οὗ προείρηται. ὁμοίου δὲ σχήματος εἶναι λέγει καὶ τὸ «Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοί». μέρος γὰρ Αἰτωλῶν οἱ Κουρῆτες. καὶ Ἱππῶναξ δὲ οὕτω σχηματίζει ἐν τῷ «Κυπρίων βέκος καὶ Ἀμαθουσίων πυρῶν». μέρος γὰρ Κυπρίων οἱ Ἀμαθούσιοι. καὶ Ἀλκμάν· «Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν». καὶ Αἰσχύλος· «Κύπρου Πάφου τ' ἔχουσα πάντα κλῆρον». ἐμπεριέχεται γὰρ ἡ Πάφος τῇ Κύπρῳ ὥσπερ καὶ ἡ Χαλκὶς καὶ ἡ Ἐρέτρια τῇ Εὐβοίᾳ ἐν τῷ «οἳ δ' Εὔβοιαν ἔχον καὶ Χαλκίδα καὶ Ἐρέτριαν». ὁ δ' αὐτὸς Γεωγράφος λέγει καί, ὅτι οἱ τὰς Ἐχινάδας οἰκοῦντες Ἐπειοὶ ἐλέγοντο. οὕτω δέ, φασί, καὶ Ἀρίσταρχος ἐκδέχεται καὶ ἕτεροι. ἐν δὲ τῇ γεωγραφικῇ ἱστορίᾳ φέρεται καί, ὅτι Ζάκυνθος διέχει Κεφαλληνίας ὅσον ἑξήκοντα στάδια, ὑλώδης μέν, εὔκαρπος δέ. ταύτης πρὸς ἕω αἱ Ἐχινάδες ἵδρυνται νῆσοι, ὧν καὶ τὸ Δουλίχιον, ὃ νῦν, φησί, Δολίχαν καλοῦσι, καὶ αἱ Ὀξεῖαι καλούμεναι νῆσοι, ἃς θοὰς ἐν Ὀδυσσείᾳ εἶπεν ὁ ποιητής. κεῖται δέ, φησίν, ἡ ῥηθεῖσα Δολίχα κατὰ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου, οὗπερ ἡ χοῦς τὰς μὲν αὐτῶν ἐξηπείρωκε, τὰς δὲ μέλλει, πολλὴ καταφερομένη. καὶ ὅρα ἐνταῦθα τὸ ἡ χοῦς· σύνηθες δὲ τῷ Γεωγράφῳ οὕτω λέγειν· παρὰ δὲ ἑτέροις σπάνιόν ἐστι θηλυκῶς τὴν λέξιν ταύτην εὑρεῖν. ὁ δὲ τὰ Ἐθνικὰ ἐκθεὶς λέγει μὲν καὶ αὐτός, ὅτι τὸ Δουλίχιον καὶ Δολίχα καλεῖται· προστίθησι δέ, ὅτι καὶ ὀξεῖα λέγεται, ἣν πληθύνας θοάς, φησίν, ὁ ποιητὴς εἶπε. καὶ ἰδοὺ καινὸν τοῦτο καὶ παρὰ τὴν τῶν πολλῶν δόξαν, εἴπερ αἱ Ὁμηρικαὶ θοαὶ νῆσοι οὐ πολλαί εἰσιν, ἀλλὰ μία κατὰ τοῦτον ἡ ῥηθεῖσα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
