# Commentarii ad Homeri Iliadem 1.474

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.474

Δολίχα. καλεῖται δὲ Δουλίχιον ἀπὸ Δολιχίου, φασίν, υἱοῦ Τριπτολέμου. ἔστι δέ, φασί, καὶ νῆσος Δολιχὴ πρὸς τῇ Λυκίᾳ, ἣν καὶ Δολιχίστην ἔλεγον. τάχα δέ, ὡς καὶ παρὰ τὸ μακρόν ἡ Μάκρις τε καὶ ἡ Μάκρη, οὕτω καὶ παρὰ τὸ δολιχόν ἡ Δολίχη. Ἰστέον δὲ ὅτι τοῦ Ἐχινάων εὐθεῖα ἡ Ἐχίνη. τοῖς δὲ μεθ' Ὅμηρον εὐθεῖα Ἐχινάς καὶ ἀπ' αὐτῆς αἱ νῆσοι Ἐχινάδες. οὐκ ἔστι δ' εἰπεῖν σταθερῶς, εἴτε παράγωγον τῆς Ἐχίνης ἡ Ἐχινάς, εἴτε ὑποκοριστικόν· [Ὅτι δὲ τόποι πολλάκις καὶ ἀπὸ τῶν παρ' αὐτοῖς πλεοναζόντων ἐκαλοῦντο, αἱ ἱστορίαι δηλοῦσιν. Ἴκαρος γοῦν ἰχθυόεσσα ἦν ὅτε ἐκαλεῖτο διὰ τοὺς ἐκεῖ πολυπληθεῖς ἰχθύας. καὶ ἡ Σηπιὰς δὲ ἄκρα διὰ τὰς αὐτόθι σηπίας. καὶ νῆσοι Λαγοῦσσαι ἀπὸ τῶν ἐν τοῖς ἐκεῖ λαγωῶν. ἔνθα καὶ ὅρα τὸ Λαγοῦσσαι, ὡς ἀπὸ τοῦ λαγός τοῦ γραφομένου διὰ τοῦ ο μικροῦ, ὅθεν Λαγόεσσαι καὶ κατὰ κρᾶσιν Λαγοῦσσαι, ὡς καὶ Λεπαδόεσσαι Λεπαδοῦσσαι ἀπὸ τῶν κατ' αὐτὰς πλεοναζόντων. οὕτω δὲ καὶ ἄλλαι νῆσοι, αἱ μὲν Φυκοῦσσαι, αἱ δὲ Πιθηκοῦσσαι, αἱ δὲ Πιτυοῦσσαι. εἰκὸς οὖν καὶ Ἐχίνας εἴτ' οὖν Ἐχινάδας νήσους ἀπὸ τῶν ἐχίνων εἶναι παρωνομασμένας, ὧν παρώνυμον καὶ ὁ ἐχινόπους· ἐξ οὗ παροιμία τὸ «τὰς ἀκάνθας συνάγων ὡς ἂν ἐχινόποδας». ὁμώνυμος δὲ λέξις ὁ ἐχῖνος. ζῴου τε γὰρ εἶδος δηλοῖ ἓν μὲν χερσαῖον, ἕτερον δὲ θαλάσσιον, καὶ κοιλίας τὸ ἔσω καὶ εἶδος δὲ πλακοῦντος, ὡς ἱστορεῖ Ἀθήναιος.] (v. 626) Ἐν δὲ τῷ «αἳ ναίουσι πέρην ἁλός», εἰ μὲν γράφεται «οἳ ναίουσιν», οὐδὲν ἔχει καινόν· τὸ δὲ εἰπεῖν «αἳ ναίουσι» σχηματισμόν τινα ἔχει οὐ πάνυ συνήθη· κεῖται γὰρ τὸ «ναίουσιν αἱ νῆσοι» ἀντὶ τοῦ ναίονται. οὕτω καὶ Σοφοκλῆς· «σὺ μέν που ναίεις ἁλίπλαγκτος», ἀντὶ τοῦ ναιομένη τυγχάνεις. καὶ μετάγεται οὕτω τὸ ἔργον τῶν κατοικούντων εἰς τὰ κατοικούμενα· ναίουσι μὲν γὰρ ἄνθρωποι, ναίονται δὲ τόποι, ὥστε τὸ εἰπεῖν, ὅτι ναίουσιν οἱ τόποι, ἀντέστραπται τῇ φύσει τοῦ πράγματος. Τὸ δὲ πέρην δηλοῖ μὲν τὸ πέραν. ἔστι δὲ ἐπίρρημα μεταληφθὲν ἀπὸ θηλυκῆς αἰτιατικῆς. πέρα γὰρ ἡ γῆ κατὰ γλῶσσαν, ὅθεν ἡ περαία παράγεται, ἧς ἡ αἰτιατικὴ πέραν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
