# Commentarii ad Homeri Iliadem 1.479

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.479

τραχείας περὶ τὸν αἰγιαλόν, ὀφθαλμοὶ δὲ φυτῶν ἐκ τῶν κατὰ τὰ ζῷα πάντως καὶ αὐτοί, ἀφ' ὧν καὶ τὸ ἐνοφθαλμίζειν, ἡ γεωργικὴ λέξις, καὶ τὸ ἀναμύειν, ἀντὶ τοῦ ἀναβλαστάνειν, καὶ τὸ ἐκεῖθεν δάκρυον, ὁποῖον καὶ τὸ κόμμι· καὶ πηγαὶ δὲ τυφλούμεναι ὀφθαλμούς τινας δηλαδὴ τροπικοὺς εἶχον. στόμα δὲ τῷ πολέμῳ πόθεν ἄλλοθεν ἀνέῳγε κατὰ τὴν ποίησιν ἢ ἐκ τοῦ τῶν ζῴων καὶ μάλιστα τῶν καρχάρων. ἐκεῖθεν δὲ καὶ τοῖς ποταμοῖς τὰ στόμια. τὰ δὲ τοῦ Νείλου τυφλοστόματα στόμα καὶ ὀφθαλμὸν ἐκοινώσαντο. καὶ ὀδόντες δὲ ταῖς τριαίναις ἐντεῦθεν ἔφυσαν. ἐκεῖθεν δὲ καὶ ποταμῶν χείλη καὶ τὸ τῶν ποτηρίων ἐπιχειλές. οὕτω δὲ καὶ τὸ ὑπερχειλές. τοῦ τοιούτου δὲ τύπου καὶ αἱ ἀμφώτιδες, ποτηρίου εἶδος ἐκ τῶν ἐν ζώοις ὠτίων παρονομασθέν. καὶ βοτάνη δέ τις ὁμοίως ὦτα λέγεται μυός. καὶ Πώγων δὲ ὁ Τροιζήνιος λιμὴν τῷ ζωϊκῷ ὁμωνυμεῖται πώγωνι. καὶ τὸ τοῦ Κριοῦ δὲ μέτωπον τοιουτότροπόν ἐστι, τό τε Κρητικὸν καὶ τὸ Βορρᾶθεν προκύπτον εἰς Εὔξεινον. καὶ ἡ παρὰ τῷ Θεοκρίτῳ δὲ Βούρινα· πηγὴ δὲ αὕτη καλουμένη οὕτω διὰ τὸ προτομήν τινα εἶναι αὐτόθι ἐοικυῖαν ῥινὶ βοός. ἡ δὲ Σαλμυδησσία γνάθος, ἡ παρ' Αἰσχύλῳ, ὁμοίου καὶ αὐτὴ τρόπου ἐστί· Μῆνιγξ δὲ ἡ Λιβυκὴ νῆσος τῇ τῶν ζῴων ὁμωνυμεῖ, ὥσπερ καὶ ὁ ἐγκέφαλος τοῦ φοίνικος, τοῦ δένδρου δηλαδή, τὸ ἀνωτάτω αὐτοῦ γλυκύτατον, ὅπερ ἐξαιροῦντες οἱ ἐγχώριοι ἡδέως ἐσθίουσιν, ὡς καὶ ὁ Ἀθήναιός φησιν. ἀλλὰ ταῦτα μὲν κεφαλῆς μέρη. Κάρηνα δὲ καὶ κρὰς ὄρους καὶ Βώκαρος δέ, ὁ Σαλαμίνιος ποταμός, ὅλῃ κεφαλῇ ἐπεβουλεύσαντο. λέγεται γὰρ Βώκαρος οἱονεὶ Βοόκαρος καὶ κατὰ κρᾶσιν Βώκαρος, ὡς ὁμοιούμενος βοὸς κάρᾳ. τοιοῦτον καὶ τὸ «ἐπὶ κρατὸς λιμένος» καὶ τὸ «Βοὸς Κεφαλαί». τόπος δὲ ἦν οὗτος ἐν ᾧ ἐπολέμησε, φασίν, ὁ Προυσίας πρὸς Ἄτταλον. [Ὅμοιον δὲ καὶ αἱ ἀσυνθέτως ὠνομασμέναι Κεφαλαί, δῆμος αὗται Ἀττικός, οὗ μέμνηται καὶ Ἀριστοφάνης ἐν Ὄρνισι.] Καὶ ἡ Βουκεφάλα δὲ τῆς τοιαύτης ἐφόδου ἐστί, πόλις Ἰνδικὴ ἐκείνη, κτισθεῖσα ὑπ' Ἀλεξάνδρου ἐπ' ἀμφοτέραις, φασί, ταῖς ὄχθαις τοῦ ποταμοῦ Ὑδάσπου, διότι διαβάντος Ἀλεξάνδρου ἐκεῖ καὶ μαχομένου ὁ Βουκεφάλας ἵππος ἀπέθανε. καὶ τοιοῦτος μὲν τροπολογικὸς ἑσμὸς τὴν ἐν ζῴοις κεφαλὴν ἀμφιπένεται. παρὰ δὲ τοῖς μεταφέρουσι καὶ τένων ὀρεινὸς κεῖται, ὡς δηλοῖ τὸ «κορυφῆς ὑπερτέλλοντες τένοντες». εὕρηνται δὲ καὶ δειράδες ὄρους, ὅ ἐστι τράχη-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
