# Commentarii ad Homeri Iliadem 1.485

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.485

πρὸς τῇ λοιπῇ ἀνδρίᾳ. διὸ καὶ Μελέαγρος φερωνύμως ὠνόμαστο διὰ τὸ μέλειν αὐτῷ τῆς ἄγρας. ἰδίᾳ δὲ αὐτὸν ἐξεφώνησεν ὁ ποιητὴς κατ' ἐξοχὴν τῶν ἑτέρων παίδων τοῦ Οἰνέως. καὶ ἔστι τὸ σχῆμα ὅμοιον τῷ «Τρῶάς τε καὶ Ἕκτορα». τὴν δὲ ἐνδοξότητα τῆς Πλευρῶνος καὶ τῆς Καλυδῶνος δηλοῖ καὶ τὸ «Καλυδὼν καὶ Πλευρών, πρόσχημά ποτε τῆς Ἑλλάδος», ὡς εἴ τις εἴπῃ «πρόσωπον τηλαυγές» κατὰ Πίνδαρον ἢ προκόσμημα. ἡ δὲ τραγῳδία εἴποι ἂν «προνώπιον», [οὗ ἐντελὲς τὸ προενώπιον, στερηθὲν τοῦ ε κατὰ τὸ σκορακίζειν, ὅπερ ἐστὶν ἐς κόρακας πέμπειν, καὶ κατὰ τὸ σκερβόλλειν, ἤγουν ἐς κέαρ βάλλειν, καὶ κατὰ τὸ νέρτερος καὶ κατὰ τὸ ξανθός καὶ κατὰ τὸ σκαρδαμύττειν, περὶ ὧν ἐν ἄλλοις ἐρρέθη.] Ὅτι δὲ καὶ παραρρέει τὴν Αἰτωλίαν ὁ Ἀχελῷος, δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι Πίνδου πρὸς νότον Ἀχελῷος ῥέει μέσος Αἰτωλῶν καὶ Ἀκαρνάνων. ἔχουσι δέ, φησίν, Ἀκαρνᾶνες μὲν τὸ πρὸς ἑσπέραν μέρος αὐτοῦ, Αἰτωλοὶ δὲ τὸ πρὸς ἕω μέχρι Λοκρῶν, οἳ καλοῦνται Ὀζόλαι, καὶ τοῦ Παρνασοῦ. Λέγει δὲ καί, ὅτι Ἀκαρνάνων μὲν ὑπέρκεινται βορειότεροι Δόλοπες, Αἰτωλῶν δὲ Ἀθαμᾶνες καὶ Περραιβοὶ οἱ μετ' ὀλίγα ῥηθησόμενοι. (v. 645—52) Ὅτι καὶ Κρητῶν ὀγδώκοντα νῆες ἦσαν, ὡς καὶ ἐπὶ τῶν Ἀργείων φθάσας εἶπεν, οἳ Κνωσσόν τε εἶχον Γόρτυνά τε, Λύκτον, Μίλητόν τε καὶ Λύκαστον, Φαιστόν τε Ῥύτιόν τε. λέγει δὲ τὴν μὲν Γόρτυνα τειχιόεσσαν, ὡς καὶ πρὸ μικροῦ τὴν Τίρυνθα, διὰ τὸ ἐρυμνόν· τὴν δὲ Λύκαστον ἢ τὸν Λύκαστον ἀργινόεντα, τουτέστι λευκόγειον. ἀργιλώδης γάρ που ἡ ἐκεῖσε γῆ. ταὐτὸν δὲ ἀργινόεντα εἰπεῖν καὶ ἀργιλώδη διὰ τὴν τοῦ ν καὶ τοῦ λ συγγένειαν [τὴν δηλουμένην καὶ ἐν τῷ νεογιλός, ὁ οἷον νεογινὸς καὶ ἐν συγκοπῇ νεογνός, καὶ ἐν τῷ Ἀθήνη· Ἀθήλη γάρ, φασίν, ἐκείνη, ὡς μὴ θηλάσασα.] Ὅρα δὲ ὅτι εἰπὼν ὁ ποιητής «οἳ Κνωσσὸν εἶχον», τοὺς δὲ λοιποὺς Κρητικοὺς τόπους δίχα ῥήματος προαγαγὼν κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ὁποῖόν τι καὶ ἀνωτέρω ἐν τῷ Αἰτωλικῷ καταλόγῳ ἐποίησεν, ὅμως ὕστερον ἐπήγαγεν· «ἄλλοι τε, οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο». (v. 646) Ὅτι δὲ ἡ Κνωσσὸς βασίλειον ἦν ἐν τῇ Κρήτῃ καὶ περὶ Γόρτυνος δέ, ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ εἰπεῖν ἀρκεῖ, ὅτι κατὰ τὸν Γεωγράφον ἐν πεδίῳ ἡ τῶν Γορτυνίων, ἣν παραρρέει Ληθαῖος ποταμός, τειχιόεσσα μέν ποτε καθ' Ὅμηρον, ἀποβαλοῦσα δὲ τὸ τεῖχος ἐκ θεμελίων καὶ ἀτείχιστος μείνασα. ὁ γοῦν Φιλοπάτωρ ἀρξάμενος τειχίζειν ἐπὶ ὀγδοήκοντα σταδίους παρῆλθε μόνον. Κνωσσοῦ δὲ κύκλος ἀρχαῖος τριάκοντα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
