# Commentarii ad Homeri Iliadem 1.494

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.494

τουτέστιν ὀλίγος, «λαός». ἔνθα θεωρητέον τὸ φιλάληθες τοῦ ποιητοῦ, ναὶ μέντοι καὶ τὴν τοῦ πιθανοῦ πραγματείαν, δι' ἥν, εἰ καὶ φιλέλλην ἐστὶν, ἀλλ' οὐκ ἐπικρύπτει τὰ τῶν Δαναῶν ἐλαττώματα, εἴ που καί εἰσι. τὸν γοῦν Νιρέα κάλλιστον μὲν εἶναι λέγει, ἄναλκιν δέ. Ἀχιλλεὺς δὲ ἀμφότερον, καὶ καλὸς καὶ ἄλκιμος, οὗ καὶ ἐνταῦθα μνήμην ὁ ποιητὴς παρέρριψε συνήθως ἀεὶ θέλων ἐπὶ γλώσσης φέρειν αὐτόν. Λέγουσι δὲ ἐνταῦθα οἱ παλαιοὶ καί, ὅτι πάντας μὲν ὁ ποιητὴς ἀξιομνήστους ποιεῖ, οὐ πάντας δὲ ἐπαινεῖ. ὅρα δὲ ὅπως καὶ οἱ γεννησάμενοι τὸν Νιρέα πρὸς ὡραϊσμὸν ὀνομάζονται. μήτηρ μὲν γὰρ Ἀγλαΐα, Χάροπος δὲ βαρυτόνως πρὸς διαστολὴν τοῦ ἐπιθέτου ὁ πατήρ. ἡ μὲν αἰγλήεσσα, ὁ δὲ χαρίεις, ὡς ἡ κλῆσις ὑπεμφαίνει. (v. 673) Τὸ δέ «ὑπὸ Ἴλιον ἦλθεν», ἀντὶ τοῦ κατὰ τὸ Ἴλιον, ἵνα καὶ νῦν ληφθείη ἀντὶ προθέσεως πρόθεσις, ἢ καὶ διότι ἠνεμόεν τὸ Ἴλιον ὡς ὑψηλόν. διὰ τοῦτο πάντες οἱ Ἀχαιοὶ ὑπὸ Ἴλιον ἐλθεῖν λέγονται ὡς μένοντες κάτω καὶ ὑπ' ἐκεῖνο. Ἀμύμονα δὲ τὸν Ἀχιλλέα νοητέον, τουτέστιν ἀμώμητον κατά τε κάλλος τὸ νῦν μαρτυρηθὲν καὶ ἀνδρίαν τὴν φανησομένην καὶ τὴν φανερὰν εὐγένειαν καὶ ἄλλας δὲ ἀρετάς. (v. 675) Ἀλαπαδνὸς δὲ ὁ ἀσθενὴς καὶ εὐπόρθητος, ἐκ τοῦ ἀλαπάζω, περὶ οὗ πολλαχοῦ γέγραπται. [Ἰστέον δὲ ὅτι συντελεῖ καὶ τοῦτο εἰς γνῶσιν συγγενείας τοῦ ζ καὶ τοῦ δ. ἀπὸ γὰρ τοῦ ἀλαπάζω γίνεται ἀλαπαδνός, ὡς παίζω παιδνός, ὀλοφύζω ὀλοφυδνός· ἔστι γὰρ καὶ ὀλοφύζειν ὡς ὀτοτύζειν, καθὰ ὁ Κωμικὸς ἐμφαίνει ἐν τῷ Ὀτοτύξιοι, οὗ πρόκειται τὸ Ὀλοφύξιοι.] (v. 671) Σύμη δὲ νῆσος, φασί, Καρικὴ καὶ πόλις ὁμώνυμος, ἀπὸ Σύμης τῆς Ἰαλυσοῦ. ἱστορεῖται δὲ καί, ὅτι Μεταποντίς τε καὶ Αἴγλη ὠνομάσθη ποτέ. λέγεται δὲ καὶ πέρδικας μαχίμους φέρειν. ἐθνικὸν αὐτῆς ὁ Συμαῖος. (v. 673) Ἰστέον δὲ ὡς ἐν μὲν τῷ «ὃς κάλλιστος ἀνήρ» φασὶν οἱ παλαιοί, ὅτι ὥσπερ τοὺς ἐν ἀνδρίᾳ καὶ μεγέθει καὶ σώματι προὔχοντας, οὕτω καὶ τοὺς κάλλει διαπρέποντας ἐν τῇ ἑαυτοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
