# Commentarii ad Homeri Iliadem 1.509

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.509

Ὅτι «οἳ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην, Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν, τούτων ἦρχεν Εὔμηλος, Ἀδμήτου φίλος παῖς, ἕνδεκα νηῶν, ὃν ὑπ' Ἀδμήτῳ ἔτεκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη». Ὅτι δὲ φίλανδρος καὶ αὕτη ἡ Ἄλκηστις, ἡ τοῦ Πελίου, καὶ ὡς θανάτῳ παρέβαλεν ἑαυτὴν ἀντὶ τοῦ ἀνδρὸς Ἀδμήτου ἐκ ζώντων γενομένου, εἴ πως εἰς φῶς ἐκεῖνος παλινδρομήσει, δηλοῦσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ ποιηταί. ὁ γοῦν Εὐριπίδης καὶ δραματουργίας διασκευὴν ἐκ τῆς γυναικὸς ταύτης πορίζεται καὶ τὸ δρᾶμα ἐπιγράφει Ἄλκηστιν. περὶ δὲ ταύτης καὶ τοιαύτη μυθολογία φέρεται. Φασὶ Πελίαν προθεῖναι τὸν τῆς Ἀλκήστιδος γάμον τῷ δυναμένῳ συζεῦξαι λέοντι κάπρον, Ἀπόλλωνα δὲ τῷ Ἀδμήτῳ τοῦτο ἐκτελέσαι καὶ τὸν γάμον αὐτῷ ἐγγυῆσαι. ἀπὸ δὲ τοῦ ῥηθέντος Ἀδμήτου σκόλιόν τι ἐν Ἀθήναις ἦν ᾀδόμενον, ὡς καὶ Παυσανίας φησὶν ἐν τῷ οἰκείῳ Λεξικῷ λέγων, ὡς οἱ μὲν Ἀλκαίου φασὶν αὐτό, οἱ δὲ Σαπφοῦς, οἱ δὲ Πραξίλλης τῆς Σικυωνίας. ἀρχὴ δὲ τοῦ μέλους αὕτη «Ἀδμήτου λόγον, ὦ 'ταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δ' ἀπέχου γνούς, ὅτι δειλῶν ὀλίγα χάρις». ἔοικε δὲ διὰ μὲν τῶν ἀγαθῶν τὴν γενναίαν καὶ φίλανδρον ὑποδηλοῦν Ἄλκηστιν, διὰ δὲ τῶν δειλῶν τὸν Ἀδμήτου πατέρα, ὃς ὤκνησε θανεῖν ὑπὲρ τοῦ παιδός. ὅτι δὲ καὶ γυναῖκες ἦσαν οὐ μόνον ἄλλως σοφαί, ἀλλὰ καὶ μελοποιοί, οὐ μόνον ἐκ τῆς ῥηθείσης Πραξίλλης δῆλον, ἀλλὰ καὶ Σαπφοῦς καὶ Κορίννης καὶ Ἠρίννης. ἦν δὲ ποιήτρια κρουμάτων καὶ Χαριξένη, ὅθεν παροιμία παρὰ τῷ Κωμικῷ ἐν Ἐκκλησιαζούσαις· «τἀπὶ Χαριξένης τάδ' ἐστίν». [Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα Ἤριννα Λεσβία μὲν ἦν ἢ Ῥοδία ἢ Τεΐα ἢ Τηλία, ἐκ Τήλου νησιδίου ἐγγίζοντος τῇ Κνίδῳ. Ποιήτρια δὲ ἦν καὶ ἔγραψε ποίημα Ἠλακάτην Αἰολίδι γλώσσῃ καὶ Δωρίδι ἐν ἔπεσι τριακοσίοις. ἦν δὲ ἑταίρα Σαπφοῦς καὶ ἐτελεύτησε παρθένος. οἱ δὲ στίχοι αὐτῆς ἐκρίθησαν ἐνάμιλλοι τοῖς Ὁμήρου. ἀπῆλθε δὲ ἐννεακαιδεκέτις. Δήλωσις δὲ τῶν ῥηθέντων καὶ τὸ εἰς αὐτὴν ἐπίγραμμα τοῦτο· «Λέσβιον Ἠρίννης τόδε κηρίον, ἁδὺ τὸ μικρόν, ἀλλ' ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι. οἱ δὲ τριηκόσιοι αὐτῆς στίχοι ἶσοι Ὁμήρῳ τῆς καὶ παρθενικῆς ἐννεακαιδεκάτευς, ἣ καὶ ἐπ' ἠλακάτῃ μητρὸς φόβῳ καὶ ἐφ' ἱστῷ ἑστήκει Μουσῶν λάτρις ἐφαπτομένη. Σαπφὼ δ' Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις». καὶ τοῦτο μὲν τοιοῦτον. Εἰ δὲ γυνὴ ἐποποιὸς τὴν Πινδάρου

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
