Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.510
Not analysed yet
λυρικὴν ἀπήλεγξεν ἡττηθέντος, ἱστόρηται καὶ αὐτό. Βοιωτία δὲ ἦν ἐκείνη τὸ ἔθνος. ὡς δὲ καὶ Θεανώ τις γυνὴ Λοκρὶς λυρικὴ ἦν, ἱστοροῦσιν οἱ παλαιοί. περιᾴδεται δὲ ὁμοίως καί τις Μοιρώ, ἡ καὶ εἰς Ποσειδῶνα γράψασα ὕμνον.] (v. 711) Φεραὶ δὲ ἀπὸ Φέρητος παρονομάζονται, υἱοῦ Κρηθέως, ἢ ἀπὸ Φερᾶς θυγατρὸς Αἰόλου. δύο δὲ ἦσαν Φεραί, ἡ μὲν ἀρχαία, ἡ δὲ νέα, διέχουσαι ἀλλήλων σταδίους ὀκτώ. εἰσὶ δέ, φασί, καὶ ἕτεραι τρεῖς Φεραί, Ἰαπυγίας, Αἰτωλίας καὶ Παρθυαίων. Φηραὶ μέντοι καὶ Φειαί, παρ' Ὁμήρῳ εὑρισκόμεναί που καὶ αὐταί, ἕτεραί εἰσι παρὰ τὰς Φεράς. Φηραὶ μὲν γὰρ πόλις Πελοποννήσου, ἔτι δὲ καὶ χώρα, ὡς δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι τῆς Φηρῆς χώρας μέρος καὶ ἡ Μεσσηνία. Φειαὶ δὲ πόλις τῆς Ἤλιδος. ῥηθήσεται δέ τι περὶ τῶν Φερῶν καὶ ἑξῆς ἐν τῷ τῶν Μαγνήτων καταλόγῳ. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἐξαρθεῖσαί ποτε αἱ Φεραὶ συνεστάλησαν ὕστερον καὶ ὅτι αἱ Φεραὶ τῶν Πελασγικῶν πεδίων πέρας πρὸς τὴν Μαγνησίαν καὶ ὅτι ἐπίνειον Φερῶν Παγασαί, ἀπὸ τῆς ἐκεῖ ναυπηγίας τῆς Ἀργοῦς ἢ ἀπὸ τῶν πηγῶν, αἳ πολλαὶ ῥέουσιν ἐκεῖ. Βοιβηῒς δὲ λίμνη Θετταλικὴ κατὰ τὸν Γεωγράφον, ἐλάττων τῆς Νεσωνίδος καὶ πλησιεστέρα τῇ παραλίᾳ. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Βοιβηῒς λίμνη πλησιάζουσα Φεραῖς καὶ Βοίβη χωρίον ἐπὶ τῆς λίμνης κείμενον. ἀλλαχοῦ δὲ ταῖς ἑπτὰ πόλεσιν, ἃς εἰς Δημητριάδα συνῴκισεν ὁ Πολιορκητὴς Δημήτριος, καὶ τὴν Βοίβην συναριθμεῖ. ἐν ἄλλοις δὲ λέγει, ὅτι ἐπείπερ ἡ Βοίβη μία τῶν περιοικίδων Δημητριάδος, ἀνάγκη καὶ τὴν Βοιβηΐδα λίμνην πλησίον εἶναι. Σημείωσαι δὲ ὅτι, ἐπειδὴ ἐφάνη ἀνωτέρω ἡ Βοιβηῒς οὐ μακρὰν οὖσα τῆς Νεσωνίδος—λέγει δέ που ὁ Γεωγράφος, ὅτι τὴν Νεσωνίδα ὑπερκλύζων ὁ ποταμὸς ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισσαίους—ἔστι νοῆσαι φανερῶς οὐ πόρρω Λαρίσσης τήν τε Νεσωνίδα τήν τε Βοιβηΐδα, ἥτις, ὡς εἰκός, ἀπὸ τῆς ῥηθείσης Βοίβης παράγεται. εἰ δὲ καὶ πλησίον Φερῶν ἡ Βοιβηΐς, ὡς ἐρρέθη, οὐκ ἄρα Φεραὶ κατά τινας αἱ νῦν Σέρραι.