# Commentarii ad Homeri Iliadem 1.511

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.511

Εἴρηται δέ, φασί, Βοίβη ἀπὸ Βοίβου, υἱοῦ Γλαφύρου, τοῦ τὰς Γλαφύρας κτίσαντος, ὡς ἱστορεῖ ὁ ἀπογραψάμενος τὰ Ἐθνικά, ὃς λέγει καί, ὅτι ἐστὶ καὶ Κρητικὴ Βοίβη καὶ Μακεδονικὴ δὲ λίμνη Βοίβη καί, ὅτι ἡ ῥηθεῖσα Βοιβηῒς καὶ Βοιβία λέγεται. (v. 712) Τὰς δὲ Γλαφυρὰς βαρύνουσιν οἱ ἀκριβέστεροι πρὸς διαστολὴν τοῦ ἐπιθέτου, κληθείσας ἀπὸ τοῦ μνημονευθέντος Γλαφύρα, ὡς ὁ αὐτὸς Ἐθνικογράφος ἱστορεῖ, παρ' ᾧ φέρεται, ὅτι καὶ κώμη Κιλικίας ἐστὶ Γλαφύραι καλουμένη, ἀπέχουσα Ταρσοῦ τριάκοντα σταδίους πρὸς δύσιν, ἐν ᾗ πηγὴ ἀπὸ ῥωγάδος καταρρέουσα καὶ συνιοῦσα τῷ εἰς Ταρσὸν εἰσβάλλοντι ποταμῷ. περὶ ἧς Παρθένιος γράφων ἄλλα τε λέγει καί, ὅτι «παρθένος Κιλίκων ἀνακτορίην ἔχουσα ἀγχίγαμος πέλε, καθαρῷ δ' ἐπεμαίνετο Κύδνῳ Κύπριδος ἐξ ἀδύτων πυρσὸν ἀναψαμένη, εἰς ὅ κέ μιν Κύπρις πηγὴν θέτο, μῖξε δ' ἔρωτι Κύδνου καὶ νύμφης ὑδατόεντα γάμον». Ἰαωλκὸς δὲ ἀπὸ Ἰαωλκοῦ, φασίν, υἱοῦ Ἀμύρου, ἀφ' οὗ Ἀμυρικὸν πεδίον ἐν Λαρίσσῃ. εὑρίσκεται δέ ποτε καὶ τρισυλλάβως Ἰωλκός. ῥηθήσεται δέ τι περὶ ταύτης καὶ περὶ τῆς Βοίβης καὶ μετ' ὀλίγα. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι Δημητριάδος ἑπτὰ στάδια ὑπέρκειται θαλάσσης Ἰωλκός καὶ ὅτι Ἰωλκὸν αὐξηθεῖσάν ποτε κατέλυσαν αἱ στάσεις, οὕτω δὲ καὶ τὰς Φεράς. καὶ ὅτι κατέσκαπται ἐκ παλαιοῦ Ἰωλκὸς καὶ Βοίβη, ὕστερον δὲ κῶμαι ἦσαν Δημητριάδος. ἐκτείνεται δὲ μεγεθυνομένη ἡ παραλήγουσα, εἴτε τρισυλλάβως Ἰωλκός λέγεται, εἴτε τετρασυλλάβως Ἰαωλκός, ἴσως παρὰ τὴν ὦλκα. [Ἐϋκτιμένη δὲ οὐ μόνον πόλις ὡς ἐνταῦθα, ἀλλά που καὶ ἀλωή. καὶ εἰ μὲν ἀπὸ ἀρρήτου θέματος τοῦ κτίω γίνεται, οὐκ ἔστιν ἀπισχυρίσασθαι. εἰ δὲ ἀπὸ τοῦ κτίζω ἐκλίθη, ἔλλειψιν ἔχει τοῦ σ τοῦ καλῶς κειμένου ἐν τῷ κτίσμα. οὕτω δὲ ἔπαθε καὶ ἡ Κτιμένη τὸ κύριον καὶ οἱ κτίται δέ, ὧν ἡ χρῆσις παρ' ἄλλοις. πολλαὶ δέ εἰσι λέξεις καὶ ἄλλαι ἀπέλευσιν παθοῦσαι τοῦ σίγμα, ὡς καὶ ὁ γνωτός καὶ τὰ ἐξ αὐτοῦ.] (v. 716—28) Ὅτι Φιλοκτήτης τόξων εὖ εἰδὼς ἑπτὰ νεῶν ἦρχεν, «ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν», ἤγουν ἐμβεβήκεισαν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
