# Commentarii ad Homeri Iliadem 1.523

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.523

πετρῶν ἀπεσχισμένων ἐξ ἀλλήλων. οὕτω γὰρ ἀπορρὼξ πέτρα πηγὴν προβάλλειν λέγεται. [Χρῆσις δὲ τοιαύτης πέτρας πολλαχοῦ, ἥτις καὶ καταρρώξ λεχθείη ἂν κατὰ τὸν Σοφοκλῆν, παρ' ᾧ προβλῆτες μέν, ὡς καὶ παρ' Ὁμήρῳ, οἱ καὶ πρόβολοι, καταρρῶγες δὲ αἱ διὰ τὸ μὴ ἀντέχειν κύμασιν ἀπορραγεῖσαι πέτραι εἰς ῥωχμούς.] (v. 748) Γουνεὺς δὲ οὗτος ἕτερός ἐστι παρὰ τὸν ἐν τῷ Λυκόφρονι ἐργάτην τῆς δίκης Γουνέα ἤτοι τὸν δίκαιον. ἐκεῖνος γάρ, φασίν, Ἄραψ προσηγορίαν ἔχων τὸ δίκαιος, ὡς καὶ ὁ Ἀριστείδης παρ' Ἕλλησι. τοῦ δὲ Ὁμηρικοῦ Γουνέως βασίλειον ἡ Κύφος, πόλις, φασί, Περραιβίας, ἀπὸ Κύφου κληθεῖσα, υἱοῦ Περραιβοῦ τοῦ Παλληνέως. ἔστι δέ, φασί, καὶ Θετταλικὴ καὶ ποταμὸς δὲ ἦν Κύφος. (v. 749) Τῶν δὲ Ἐνιάνων τὴν ἄρχουσαν[, οὓς Ἐνιῆνας διὰ τοῦ η Ἰωνικῶς φησιν Ὅμηρος,] τὸ μὲν Ὁμηρικὸν μέτρον διὰ ψιλοῦ τοῦ ε παραδίδωσι λόγῳ δακτύλου, ὃς ἀπαρτίζεται ἐν τῷ «τῷ δ' Ἐνιῆνες ἕποντο». καὶ τὰ ἀντίγραφα διὰ τοιαύτης προφέρονται γραφῆς, καὶ ἐν ἄλλοις δὲ ἡ τοιαύτη στοιχεῖται παράδοσις. οἱ δὲ πλείους διὰ διφθόγγου τῆς αι γράφουσι λέγοντες καί, ὅτι Αἰνία πόλις Περραιβῶν καὶ Αἰνιᾶνες οἱ κατοικοῦντες. οἱ δ' αὐτοὶ καὶ Αἰνιεῖς, ἔτι δὲ καὶ Αἴνιοι. ὡς γὰρ Λυκία Λύκιος, οὕτως Αἰνία Αἴνιος, ἐξ οὗ τὸ Αἰνιάν, ὡς μέγιστος μεγιστάν καὶ ἄλκιμος ἀλκιμάν, ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ ὁ νεανίας, ὅπερ, ἤγουν τὸ Αἰνιάν, ὁμόφωνόν ἐστι, φασί, τῷ κυρίῳ. ἔστι γὰρ καὶ κύριον ὁ Αἰνιάν. ἐκαλοῦντο δέ, φασί, ποτε καὶ Μηλιεῖς. εἰ δὲ κατὰ τὴν ἀναγραφὴν τῶν Ἐθνικῶν ἦν Αἶνος Γουνέως ἀδελφὸς καὶ Αἶνος πόλις Θεσσαλίας, εἴη ἂν εἰκὸς ἐντεῦθέν ποθεν τοὺς Αἰνιᾶνας κληθῆναι τὸ ἔθνος, οὗ χρῆσις διὰ τῆς ἐν ἀρχῇ διφθόγγου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «Λεύκιππος Αἰνιὰν γένος» καὶ «ἔπειτα δ' Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι», ἔνθα οἱ γράφοντες διὰ δύο διφθόγγων τὸ Αἰνειάν ἐοίκασι παρακούειν ὡς ἀπὸ τοῦ Αἰνείου τὸν Αἰνιᾶνα, ὅπερ παντελῶς ἔψευσται. Ἐνταῦθα δὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι ὁ ποιητὴς ἤδη εἰς βαρβάρους ἥκων ἐθνικῶς καὶ οὐ κατὰ πόλεις αὐτοὺς ὀνομάζει καὶ ὅτι Αἰνιᾶνες ὕστερον μὲν ὅμοροι τοῖς Αἰτωλοῖς, πρώην δὲ περὶ τὴν Ὄσσαν ᾤκουν μετὰ Περραιβῶν. Περραιβοὶ δὲ οἱ καὶ πρὸ ὀλίγου

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
