# Commentarii ad Homeri Iliadem 1.541

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.541

τὸν Κατάλογον πληρώσας ὁ ποιητής, εἶτα ἱστορήσας ἀνδρῶν καὶ ἵππων τοὺς ἀρίστους ἐπὶ τὴν Ἑλληνικὴν ἔρχεται σύνταξιν καί φησιν, ὅτι ἐπορεύοντο ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο, ἤγουν κατεσθίοιτο. παθητικῶς γὰρ εἴρηται. Δηλοῖ δὲ ἡ παραβολὴ τὴν ἀπὸ τῶν ὅπλων πυριλαμπῆ στιλβηδόνα, οὐ γελῶσαν, καθά που ἐρεῖ ἐν τοῖς μετὰ ταῦτα, νεμομένην δὲ ὡς ὑπὸ πυρός. εἶτα τὸν κτύπον παραδηλῶν, ὃν οἱ κινούμενοι ἀπετέλουν, φησί· «γαῖα δ' ὑπεστενάχιζεν», ὅπερ κατωτέρω παθητικῶς λέγει «στεναχίζετο». ἐστενάχιζε δὲ καὶ πυρὸς νομὴν ἔπασχεν οὐχ' ἁπλῶς, ἀλλά «Διῒ ὡς τερπικεραύνῳ χωομένῳ, ὅτε τ' ἀμφὶ Τυφωεῒ γαῖαν ἱμάσσει εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς». οὕτως ἄρα Ἑλλήνων «ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα ἐρχομένων· μάλα δ' ὦκα» καὶ ἑξῆς. τὸ γὰρ σύντονον τῆς κινήσεως πολὺν τὸν ἦχον ἐποίει. Καὶ ὅρα, ὅπως τὸ ἰδίᾳ καὶ ἰδίᾳ λεχθέν, τὴν νομὴν τοῦ πυρὸς καὶ τὴν στοναχὴν τῆς γῆς, ἥνωσεν ἐπὶ τῆς κατὰ τὸν Τυφωέα παραβολῆς, δι' ὃν ἡ γῆ κεραυνοῖς βαλλομένη καὶ οὕτως ἱμασσομένη καὶ καίεται καὶ στεναχίζεται. Ἡ δὲ κατὰ τὸν Τυφωέα παραβολὴ μυθικῶς μὲν ἐναντιουμένους ἔχει τὸν Δία καὶ τὸν Τυφωέα, ὃν ὁ μῦθος ἑκατογκέφαλον ἀναπλάττει, νικῶντα δὲ τὸν Δία λέγει κεραυνοῖς ἱμάσσοντα καὶ τοιαύταις πληγαῖς, ὧν συμμετέχει καὶ ἡ γῆ κατασκηπτόντων εἰς αὐτήν. Ἡ δὲ μυθικὴ ἀναίδεια καὶ ὁ κατ' αὐτὴν λῆρος καὶ ταῦτά φησιν· ἡ Γῆ ἀγανακτοῦσα ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβάλλει τὸν Δία τῇ Ἥρᾳ, ἡ δὲ τῷ Κρόνῳ ἐξεῖπε. καὶ αὐτὸς ἔδωκεν αὐτῇ ᾠὰ δύο, τῷ ἰδίῳ χρίσας θορῷ, καὶ κατὰ γῆς ἐκέλευσεν ἀποθέσθαι, ἀφ' ὧν ἀναδοθήσεται δαίμων ἀποστήσων τὸν Δία τῆς ἀρχῆς. ἡ δέ, ὡς ἔσχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ Ἀρίμαιον τῆς Κιλικίας. ἀναδοθέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλλαγεῖσα τῷ Διῒ τὸ πᾶν ἐκφαίνει. ὁ δὲ κεραυνώσας τὸν Τυφῶνα τὴν Σικελικὴν Αἴτνην—ὄρος δὲ αὕτη πυρικαές— αὐτῷ ἐπέθηκεν. οἶδε τὰ μυθικὰ ταῦτα καὶ Πίνδαρος. καὶ τοιαῦτα μὲν τὰ τοῦ μύθου. Ἡ δὲ ἀλληγορία Δία μὲν τὸν ἀέρα νοεῖ, Τυφωέα δὲ πνεῦμα ὑπόγεων πυρόεν καὶ καυστικόν, ἐκ τοῦ τύφω, τὸ καίω, ὀνομασθέν, ὃς δὴ Τυφωεὺς τοιοῦτος ὢν ἐναντιοῦταί ποτε τῷ Διΐ, ὅτε δηλαδὴ ἑαυτὸν ἐκκαύσας καὶ τὴν γῆν ἀναρρήξας ἀναδράμῃ καὶ κυκήσας τὰ περὶ γῆν, εἶτα καὶ ἐν μετεώροις τῷ ἀέρι Διῒ ἐμπεσών «οὐράνιον ἄχος» κατὰ τὴν τραγῳδίαν γένηται. οὐ κατακρατεῖ δὲ εἰς τέλος ὅμως τοῦ Διός, ἀλλὰ μαραίνεται μὴ ἔχων εἰς τὸ πᾶν τὸν ψυχρὸν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
