# Commentarii ad Homeri Iliadem 1.546

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.546

γὰρ ἡ κοινὴ αὕτη ἰσηγορία. [(v. 791) Τὸ δέ «υἷι», ὅ ἐστιν υἱῷ, προπερισπώμενον μὲν συγκέκοπται ἀπὸ τῆς υἷις, υἵιος, υἵιι καὶ οὕτως ἐκπέφευγε τὸ δύσφωνον· εἰ δ' ἴσως παροξύνεται, κρᾶσιν ἔπαθε τῶν δύο ἰῶτα εἰς ἰῶτα μακρὸν κατὰ τὸ «Θέτι καλλιπλοκάμῳ» καὶ «μήτι δ' ἡνίοχος», ἤγουν βουλῇ, «περιγίνεται ἡνιόχοιο». Ὅρα δὲ καί, ὅτι Πολίτης κύριον ἐξ ἰδιασμοῦ κοινοῦ τοπικοῦ ὀνόματος, ὁποῖα πολλὰ καὶ ἄλλα εἰσίν.] (v. 792) Ὅρα δὲ καὶ τὸ «ἷζε σκοπός», ἀντὶ τοῦ ἐκάθητο, ἐνεργητικῶς ἐκφωνηθέν. οὕτω δὲ καὶ τὸ σύνθετον αὐτοῦ τὸ καθίζειν. ἕζε μέντοι οὐκ ἄν ποτε εὑρεθείη, ἀλλὰ παθητικῶς ἀεὶ λαλεῖται. ἕζετο γάρ, ὥσπερ καὶ ἑζόμενος. ὅτι δὲ τὸ ἕζω πρωτότυπόν ἐστι τοῦ ἵζω καὶ καθίζω καὶ ὅτι Σικελῶν γλῶσσα ταῦτα παράγει, δηλωθήσεταί που ἐν τοῖς ἑξῆς. Ὡς δὲ καὶ ὀπτὴρ λέγεται ὁ τοιοῦτος σκοπός, δηλοῖ σὺν ἄλλοις καὶ Σοφοκλῆς. Τὸ δέ «ποδωκείαις πεποιθώς» παραγγελία ἐστὶ τοῦ χρῆναι τὸν σκοπὸν εἶναι καὶ ποδώκη, ὡς ἂν ἐπιταχύνῃ ἐν καιρῷ τὸν δρόμον. οἱ δὲ παλαιοί φασι καί, ὅτι κωμῳδῶν τοῦτο λέγει ὁ ποιητής, ὡς τοῦ Πολίτου ποσὶ θαρροῦντος, οὐ μὴν ἀνδρείου ὄντος. [περίφρασις δὲ τοῦ ποδώκης τὸ «ποδωκείῃσι πεποιθώς», ὡς καὶ τοῦ ἄλκιμος τὸ «ἀλκὶ πεποιθώς».] (v. 793) Ὁ δὲ Αἰσυήτης δημογέρων ἀρχαῖος, παρώνυμος ἴσως τῷ ἐν τοῖς ἑξῆς που «αἰσυητῆρι νεανίᾳ», Ἀντήνορος, φασί, πατὴρ καὶ Οὐκαλέγοντος, τεθαμμένος κάτω που περὶ τὸ πεδίον, ὥσπερ καὶ ὁ Ἶλος φανεῖται ἐν τοῖς ἑξῆς, οὗ ὁ τύμβος ἐξῆρται, ὡς καὶ χρησιμεύειν εἰς σκοπευτήριον. Μήποτε δὲ οὐκ ἀγαθὸς οἰωνὸς τοῖς πολίταις τῆς Τροίας τὸ ἐπὶ τύμβου καθῆσθαι αὐτοῖς τὸν κατάσκοπον τὸν καὶ τῇ πόλει παρώνυμον καὶ τοῦ βασιλέως Πριάμου υἱόν, ὡς εἶναι τὸ Ἡσιόδειον παρῳδήσαντά τινα εἰπεῖν ἐνταῦθα «μηδ' ἐπ' ἀκινήτοισι καθίζειν» ἄνδρα τοιοῦτον σκοπευτήν. Ἕτεροι δὲ ἱστοροῦσι τὸν Αἰσυήτην τοῦτον, ἔγγονον Οὐκαλέγοντος, οὐ τοῦ ἐν τῇ βʹ, ἀλλὰ ἀρχαιοτέρου, ὃς ἔγημε, φασίν, Ἴλιον τὴν Λαομέδοντος. καὶ ὅρα τὴν Ἴλιον ταύτην τὸ κύριον ὄνομα. οὕτω δὲ καὶ ἄλλα τοιαῦτα καινόφωνα παρὰ τοῖς παλαιοῖς κύρια ἔν τε ἑτέροις καὶ παρὰ Πορφυρίῳ, ἔνθα φησίν, ὅτι Σιπύλου καὶ Χθονίας τῆς Κρόνου Τμῶλος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
