# Commentarii ad Homeri Iliadem 1.560

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.560

Παυσανίας δὲ καὶ παροιμίαν εἶναι λέγει «μὴ εἰκῇ τὸν Ἄβυδον», ᾗ ἐχρῶντο, φησίν, ἐπὶ τῶν εἰκαίων καὶ οὐδαμινῶν. (v. 838) Ἀρίσβη δέ, εἰ καὶ ἀφανὲς ἀνωτέρω ἐρρέθη χωρίον, ἀλλ' ἦν ὅτε οὐ τοιοῦτον ἂν ἦν. ἔοικε γὰρ κατὰ τὸν Γεωγράφον βασίλειον εἶναι αὕτη Ἀσίου, διὸ καὶ δῖαν Ἀρίσβην ὁ ποιητὴς ἔφη αὐτήν. καὶ τὸ Ἀρίσβηθεν δὲ οὐκ εἰς κενὸν πρόσκειται, ἀλλ' ἵνα δηλωθῇ, ὅτι πολλῶν ἄρχων πόλεων ὁ Ἄσιος τῇ Ἀρίσβῃ, ὡς εἰκός, ἔχαιρε. ἦν δέ, φασί, καὶ ἐν Λέσβῳ Ἀρίσβα ὑπὸ Μηθυμναίοις, ἐν δὲ Θρᾴκῃ ποταμὸς Ἄρισβος ἐμβάλλων εἰς τὸν Ἕβρον. (v. 839) Αἴθωνες δὲ ἵπποι οἱ θερμοὶ ἢ μέλανες ἢ πυρροὶ ἀπὸ τοῦ αἴθω, τὸ καίω καὶ λάμπω, ἐξ οὗ καὶ ἡ Αἴθη, ἡ βασιλικὴ ἵππος, καὶ βόες δὲ αἴθωνες ὁμοίως πολλαχοῦ. λέγεται δὲ καὶ αἴθων λέων. αὐτὸς δὲ καὶ καθ' ἕτερόν τινα λόγον οὕτω καλεῖται τὸν ἑτέρωθι δηλούμενον. Ἐπίκειται δέ ποτε ἡ λέξις καὶ ἡρωϊκῷ ἀνδρί, ὡς δηλοῖ καὶ τὸ «ἀνδρὸς αἴθωνος ἀγγελίαν». Ἐνταῦθα δὲ ὅρα, ὅτι τὸ φέρειν ἐπὶ ἐμψύχου πάλιν εἴρηται ἐν τῷ «φέρον ἵπποι τὸν Ἄσιον». Σελλήεις δὲ ποταμὸς οὐ μόνον ἐν τοῖς ὑπὸ τὸν Ἄσιον, ἀλλὰ καὶ ἐν ἄλλοις τόποις, ὡς καὶ προεγράφη. ῥέει δὲ πρὸς τῇ Ἀρίσβῃ. ἀναμνηστέον δὲ καὶ τῆς οὐ πρὸ πολλῶν ῥηθείσης Ἐφύρης, ἥτις εἶχε καὶ αὐτὴ ποταμὸν Σελλήεντα. (v. 840—3) Ὅτι Ἱππόθοος καὶ Πύλαιος, υἱοὶ Λήθου Πελασγικοῦ, ἦγον φῦλα Πελασγῶν ἐγχεσιμώρων· «τῶν», ἤγουν τούτων, «οἳ Λάρισσαν ἐριβώλακα ἔναιον». (v. 840) Καὶ ὅρα τὸ «φῦλα Πελασγῶν». ἀξιόλογον γὰρ πλῆθος δηλοῖ. οὐ γὰρ φῦλον ἔφη, ἀλλὰ φῦλα πληθυντικῶς. μέγα δὲ ἔθνος οἱ Πελασγοὶ κατὰ τὸν Γεωγράφον, ὅπερ καὶ εἰς πλάτος ἀποδεικνύει αὐτός. πλανῆται δὲ ἦσαν καὶ σποράδες πανταχοῦ τῆς γῆς, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. Φησὶ γοῦν ὁ αὐτὸς Γεωγράφος καί, ὅτι πλάνητες οἱ Λέλεγες, ὡς καὶ οἱ Πελασγοὶ καὶ οἱ Καύκωνες πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν πλανώμενοι. καὶ Πελασγικὸν δὲ πεδίον ἱστορεῖ ἐν Λαρίσσῃ τῇ Θετταλικῇ. λέγει δὲ καί, ὅτι ᾠκήθη ποτὲ ὑπὸ Πελασγῶν ἡ τῶν Ἰώνων παραλία πᾶσα ἐκ Μυκάλης ἀρξαμένη. καὶ Χῖοι δὲ οἰκιστὰς ἔσχον Πελασγοὺς ἐκ Θετταλίας. Πολύπλανον γὰρ τὸ ἔθνος καὶ ἕτοιμον εἰς ἀπανάστασιν καὶ αὐξηθέν ποτε ἐπὶ πολὺ ταχὺ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
