# Commentarii ad Homeri Iliadem 1.578

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.578

τὸν πρὸς Σάρδεων ἤλεκτρον», τὸν χρυσὸν οὕτω καλέσας ποιητικώτερον ἐν τῷ λαβεῖν εἶδος ἀντὶ εἴδους. δηλοῖ δὲ καὶ Ἡρόδοτος ἱστορήσας, ὅτι περί που τὰ κατὰ Μαίανδρον Πύθιος ὁ Ἄτυος, ἀνὴρ Λυδὸς παμπλούσιος, ἔχων ἀργυρίου μὲν τάλαντα δύο, χρυσοῦ δὲ στατήρων Δαρεικῶν μυριάδας τετρακοσίας ἐπιδεούσας ἑπτὰ χιλιάδων. Συνεπιλογιστέον δὲ δίχα πολλῶν ἄλλων καὶ τὰς τοῦ Λυδοῦ Κροίσου χρυσᾶς πλίνθους, ὧν ὤνιος ὁ ἀπατήσας ἐκεῖνον χρησμός. οὐκ ἀφεκτέον δ' ἐνταῦθα οὐδὲ τοῦ Περιηγητοῦ. (v. 867—75) Ὅτι Ναύστης, μάλιστα δὲ κατὰ τὰ πλείω καὶ ἀκριβέστερα τῶν ἀντιγράφων Νάστης δίχα τοῦ υ, «Καρῶν ἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον, Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον, Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα». ἐπεὶ δὲ ἡγεμόνος ὁ ποιητὴς ἐμνήσθη ἑνός—ἦν δὲ οὐχ' οὕτω, δύο γὰρ ἦσαν Καρῶν ἡγήτορες—ἐπαναλαβών φησι· «τῶν μὲν Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην», δόξαν δὲ τῷ ποιητῇ πάλιν εὐθὺς ἐπαναλαμβάνονται ἀμφότεροι. φησὶ γάρ· «Νάστης Ἀμφίμαχός τε». τοῦτο δὲ ποιεῖ, ἵνα καὶ τοῦ Ἀμφιμάχου τούτου μεμνώμεθα, ὡς καὶ τοῦ Ἀσίου. ἄφρων γὰρ καὶ οὗτος κατὰ τὴν Ὁμήρου ἱστορίαν εἰπόντος «ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδε ἴεν», ἤτοι εἰς πόλεμον ἐπορεύθη, «ἠΰτε κούρη νήπιος, οὐδέ τί οἱ τό γε ἐπήρκεσε λυγρὸν ὄλεθρον, ἀλλ' ἐδάμη ὑπὸ χερσὶν Ἀχιλλέως ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλλεὺς ἐκόμισσε», μεταλλεύσας ὥσπερ ἐν χρυσοφόρῳ ποταμῷ τὸν τοῦ Ἀμφιμάχου χρυσόν. ἀστεῖον δὲ τὸ σκῶμμα τὸ κατὰ τοῦ χρυσοστόλου τούτου στρατιώτου· ἤρχετο γάρ, φησίν, εἰς μάχην νήπιος, οὐ χαλκέῳ Ἀρέϊ μελπόμενος, ἀλλὰ χρυσὸν ἔχων, καθὰ κούρη, ἤτοι κόρη νέα, χρυσῇ ἀνειμένη Ἀφροδίτῃ. γυναικίας οὖν ἦν τις καὶ μαλακὸς [καί, Ὁμηρικῶς εἰπεῖν, «γυναικὸς ἄρ' ἀντιτέτυκται».] εἰ δὲ καὶ Εὔφορβος καὶ Γλαῦκος χρυσὸν εἶχον, ἀλλ' οὗτος κωμῳδεῖται, ἐπειδή, φασί, γυναικεῖα κόσμια ἔχει. ὅρα δὲ καὶ ἐνταῦθα προαναφώνησιν κοσμοῦσαν τὸν Ἀχιλλέα. οὐδαμοῦ γὰρ ἡ Ὁμηρικὴ Μοῦσα ἐθέλει τοῦ ἥρωος ἀπέχεσθαι. (v. 867) Πολεμισταὶ δὲ οἱ Κᾶρες, ὧν τὸ ἐθνικὸν ὁμώνυμον, φασί, τῷ οἰκιστῇ, τὸ δὲ θηλυκὸν αὐτῶν ἐθνικὸν κατὰ τέχνην Καῖρα καὶ ἐν διαλύσει Κάϊρα διὰ τοῦ ι. ἡ δὲ χρῆσις τὴν ει δίφθογγον ἔχει, ὡς καὶ παρ' Ὁμήρῳ «Μῃονὶς ἠὲ Κάειρα». συνεξέδραμε γάρ, φασί, τῷ σώτειρα, ὀλέτειρα καὶ τοῖς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
