# Commentarii ad Homeri Iliadem 1.590

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.590

ὀρνύμενον κονίσαλον, προσφυῶς τῷ πράγματι διὰ τὴν ὁμοιότητα. ὁμίχλη γὰρ καὶ κονιορτὸς ὅμοιά πως καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν. οὕτω κριτὴς ὁμοιοτήτων ἄριστος Ὅμηρος. τάχα δέ τις ἀκινδύνως ἀντιστρέψας καὶ τὴν ὁμίχλην ποτὲ τοιούτῳ ἂν κονισάλῳ ἐν παραβολῇ ἀπεικάσειε δι' ὁμοιότητα. ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις αὕτη· «εὖτ' ὄρεος κορυφῇσι Νότος κατέχευεν ὁμίχλην ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τ' ἐπιλεύσσει», τουτέστι βλέπει, «ὅσον τ' ἐπὶ λᾶαν ἵησιν», ἤγουν ἐφ' ὅσον διάστημα λίθον ἀφίησιν, «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ' ἀελλὴς ἐρχομένων». (v. 13) Γίνεται δὲ κονίσαλος ἐκ τοῦ κονίω κονίσω, ὡς ἵξω ἵξαλος, ἢ ἐκ τοῦ τὴν κόνιν σεσαλεῦσθαι. Ἰστέον δὲ καί, ὅτι ὁ κονίσαλος καὶ πάτος λέγεται, ὡς δηλοῖ ὁ εἰπών, ὅτι ὁ ἱδρὼς τῶν γυμναζομένων μιχθεὶς τῷ πάτῳ συντελεῖ πρὸς διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν. κονίσαλον δέ, φησίν, ὀνομάζουσιν αὐτὸν ἔνιοι τῶν περιέργως ἀττικιζόντων. καὶ μέμνησο τούτου καὶ εἰς τὸ «πάτον ἀνθρώπων ἀλεείνων». [(v. 11) Ἀμείνων δὲ νυκτὸς τῷ [τῶν ποιμνίων] κλέπτῃ ἡ, ὡς ἐρρέθη, βαθυτάτη ἐν ἡμέρᾳ ὁμίχλη διὰ τὸ ἀφύλακτον. νυκτὸς μὲν γὰρ τάσσονται φυλακαί, οὐ μὴν δὲ οὕτω καὶ μεθ' ἡμέραν.] (v. 13) Τὸ δέ «κονίσαλος ὤρνυτο» ἡ ἁπλότης ἐστὶ τοῦ συνθέτου κονιορτοῦ. (v. 11) Σκοπητέον δέ, εἴπερ ποιμένα ἐνταῦθα γενικῶς εἶπε καὶ τὸν αἰπόλον. ἐν γὰρ ὀμίχλῃ πάντως εὐεπιβούλευτον οὐδὲν ἧττον ποιμνίου τὸ αἰπόλιον, ᾧ καὶ μάλιστα προσφυεῖς αἱ περὶ τὰς τῶν ὀρῶν κορυφὰς νομαί. [Ὡς δὲ τὸ αἰπόλιον ῥᾷόν ἐστι τηνικαῦτα κλέπτεσθαι διὰ τὸ πλατὺ νέμεσθαι καὶ οὕτως ἐσκεδάσθαι, οὐκ ἄδηλόν ἐστιν.] (v. 13) Ἀελλὴς δὲ κονίσαλος ὁ συνεστραμμένος δίκην ἀέλλης. Ἕτερον δὲ τούτου τὸ ἀολλέες παρ' Ὁμήρῳ καὶ τὸ ἀλέες παρ' Ἡροδότῳ ἐν τῷ «εἰσέπεσον ἀλέες εἰς τοὺς Πέρσας». δύναται δὲ ἄλλως τὸ ἀελλής χρήσιμον εἶναι καὶ εἰς ἐτυμολογίαν τοῦ κονισάλου, ἵνα ᾖ κονίσαλος κόνις ἀελλής. [(v. 10) Ἰστέον δὲ καί, ὅτι τὸ «κατέχευεν ὁμίχλην» τὸ τῆς ὁμίχλης ὑλικὸν αἴτιον δηλοῖ. ἐξ ὑγρότητος γὰρ καί, ὡς εἰπεῖν, ἀπέπτου δρόσου ἐστὶ καὶ αὐτή, καθὰ καὶ ἡ πάχνη.] (v. 14) Ὅτι κυρίως διαπρήσσειν ἐπὶ θαλάσσης τὸ διαπερᾶν, ὡς πολλαχοῦ φαίνεται, νῦν δὲ καταχρηστικῶς φησι τὸ «διέπρησσαν πεδίοιο», ἤγουν διὰ τῆς πεδιάδος ἤρχοντο οἱ Ἀχαιοί. (v. 15—22) Ὅτι θρασύδειλον τὸν Θερσίτην φθάσας ὑπετυπώσατο, ὃς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
