# Commentarii ad Homeri Iliadem 1.604

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.604

νυόν, οὐκ ἂν εἴποι τι ψεκτόν.] Τὸ δέ «ἀνδρῶν αἰχμητάων» καὶ τὰ ἑξῆς αὐξητικά εἰσι τοῦ παρόντος κακοῦ, πολυειδοῦς ὄντος, εἴγε δι' αὐτὸ καὶ τὸν αὐτοῦ αἴτιον Πάριν μὴ μόνον αὐτὸς κατηφιᾷ τῶν δυσμενῶν χαιρόντων, ἀλλὰ καὶ ὁ πατήρ, ὃν γηρωκομεῖν ὤφειλε, πῆμα ἔχει, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ μέγα, σὺν αὐτῷ δὲ καὶ ἡ πᾶσα βασιλικὴ συγγένεια, ἔτι δὲ καὶ ὁ δῆμος. τούτου γὰρ δηλωτικὸν εἶναι δοκεῖ τὸ ποληΐ τε παντί τε δήμῳ, ἵνα πανώλεθρον εἴη τὸ κακόν. (v. 52 s.) Ἐν τούτοις δὲ καὶ τὸ «τοιόσδε ἐών» ὑφερμηνεύων ὁ Ἕκτωρ ἐρωτᾷ σφοδρῶς τὸν ἀδελφόν· «οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον», οἱονεὶ καταψηφιζόμενος αὐτοῦ ἤδη τὴν ἧτταν. διὸ καὶ ἐπάγει πρὸς πλείω σαφήνειαν ἀσυνδέτως πάλιν κατὰ θυμόν· «γνοίης ἂν οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». Καὶ ὅρα κἀνταῦθα τὸ «οἵου» ἀσαφῶς μὲν καὶ αὐτὸ ῥηθέν, ἑρμηνευθὲν δὲ ὅμως διὰ τοῦ «ἀρηΐφιλον Μενέλαον», καὶ ἑξῆς δὲ διὰ τοῦ «οὐκ ἄν τοι χραίσμῃ κίθαρις» καὶ τὰ καὶ τά, ὡς μὴ χρεὼν ὂν τὸν τοῦ κιθαρίζειν ἀσκητὴν ἀρηϊφίλῳ μάχεσθαι. (v. 55) Τὸ δέ «ἐν κονίῃσι μιγείης» ἢ ἀντὶ τοῦ θάνῃς ἢ ἀντὶ τοῦ ὅτε ἀντικαταστῇς εἰς μάχην τῷ Μενελάῳ. Κονίεσθαι γὰρ τὸ ἀγωνίζεσθαι, ὅθεν καὶ κονίστρα [ἡ κατὰ τὴν παλαίστραν μάλιστα παρὰ τοῖς ὕστερον, παρ' οἷς καί τις κόνις ἦν ἐξαίρετος τοῖς παλαίουσι. καὶ ἀλίζειν ἐλέγετο τὸ ἐν κόνει κυλίεσθαι, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ. ἢ ἄλλως κόνει φύρεσθαι, ὅθεν καὶ ἀλινδήθρα παρ' αὐτοῖς κυρίως μὲν ἡ κατὰ πάλην κονίστρα, τροπικῶς δὲ καὶ ἡ ἐν λόγοις, ὡς τὸ «ἀλινδήθρας ἐπῶν».] Ἰστέον δέ, ὡς Ὅμηρος μὲν κονίην λέγει τὴν ἁπλῶς κόνιν, οἱ δὲ μεθ' Ὅμηρον τὴν τίτανον, ἐξ ἧς καὶ ἡ ἐλαιοκονία σύγκειται [καὶ ῥῆμα γίνεται συζυγίας δευτέρας κονιῶ κονιάσω, ἐξ οὗ καὶ τάφος καὶ τοῖχος κεκονιαμένος,] καὶ ὅτι Πίνδαρος, ζηλώσας «νίκῃ μίγνυσθαι» λέγει τὸ νικᾶν καὶ «ἔργῳ μίγνυσθαι» τὸ ἐργάζεσθαι καὶ ἕτερα τοιαῦτα. (v. 59) Ὅτι συνετοῦ ἀνδρὸς τὸ τὰς δικαίας ἐπιτιμήσεις ῥᾴδιον φέρειν. Ἀλέξανδρος οὖν ἐπιτιμηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ φησι· «Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν» καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
