# Commentarii ad Homeri Iliadem 1.621

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.621

χοῦ ἐρρέθη, Ὁμηρικῶς ἀεὶ τὸ α, ὅθεν καὶ συστέλλειν ἐθέλουσί τινες, εἰ καὶ μὴ εἰσακούονται, τὴν προπαραλήγουσαν τοῦ ἱκανώτατος, ὡς ἀπὸ τοῦ ἱκάνω· ἱκανὸς γὰρ ὁ ἐπὶ πᾶν ἀπαραποδίστως ἱκάνων ἤτοι ἀφικνούμενος. (v. 149) Ὅτι τὰς Σκαιὰς πύλας Δαρδανίας ἐνίοτε Ὅμηρος λέγει, τὸ μὲν ἀπὸ Δαρδάνου, τὸ δὲ ἢ ἀπὸ Σκαιοῦ, οὕτω καλουμένου τεχνίτου, ἢ ὅτι δυτικαί—σκαιὰ γάρ, ἤτοι ἀριστερά, τὰ δυτικά—ἢ διότι σκαιαὶ ἤτοι ἐπαρίστεροι τοῖς Τρωσὶν ἐγένοντο δεξαμένοις κατ' αὐτὰς τὸν δούρειον ἵππον. (v. 146—8) Ὅτι ῥητόρων ἴδιον τὸ ἀντὶ τοῦ εἰπεῖν Ἀλέξανδρον ἢ Μενέλαον ἢ Ἀγαμέμνονα λέγειν οἱ ἀμφὶ Ἀλέξανδρον καὶ οἱ ἀμφὶ Μενέλαον καὶ οἱ ἀμφ' Ἀγαμέμνονα καὶ τὰ ὅμοια. οὕτως οὖν καὶ Ὅμηρος ἐνταῦθα ἀντὶ τοῦ εἰπεῖν, ὅτι ὁ Πρίαμος καὶ ὁ Πάνθοος καὶ ὁ Θυμοίτης καὶ ὁ Λάμπος καὶ ὁ Κλυτίος καὶ ὁ Ἱκετάων ἐκάθηντο ἐν τοῖς πύργοις, φησίν· «οἳ δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον» καὶ τὰ ἑξῆς. διὸ καὶ ἐπάγει· «Οὐκαλέγων τε καὶ Ἀντήνωρ», μονονουχὶ λέγων, ὅτι, ὥσπερ ὁ Ἀντήνωρ μόνος αὐτὸς ἦν ἐκεῖ καθήμενος καὶ ὁ Οὐκαλέγων, οὕτω καὶ ὁ Πρίαμος καὶ οἱ λοιποὶ ἐμόναζον, ὡς τῶν περὶ αὐτοὺς τῶν μὲν ἔξω περὶ τὴν μάχην στρεφομένων, τῶν δὲ οἰκουρούντων, ἢ καὶ ἄλλως μὴ σὺν αὐτοῖς ὄντων. καὶ σημείωσαι τὴν τοῦ σχήματος ἐν τούτοις ἀλλαγήν, ὅπως ἐκ τοῦ πληθυντικοῦ καὶ ἀσαφοῦς τοῦ «οἳ δ' ἀμφὶ Πρίαμον» καὶ ἑξῆς, εἰς τὸ ἑνικὸν καὶ σαφὲς μεταβέβηκεν, ἤγουν εἰς τὸ Οὐκαλέγων καὶ Ἀντήνωρ. εἰ δέ τις εἴποι, ὅτι περὶ τὸν Πρίαμον καὶ τὸν Θυμοίτην καὶ τὸν δεῖνα καὶ δεῖνα ἐκάθητο ὁ Οὐκαλέγων καὶ ὁ Ἀντήνωρ, οὐκ ἀρέσκοντα λέγει τοῖς παλαιοῖς. (v. 148) Σημείωσαι δὲ καί, ὅτι μόνους τὸν Οὐκαλέγοντα καὶ τὸν Ἀντήνορα πλέον ἐξαίρει τῶν λοιπῶν δημογερόντων, ἐσθλοὺς μὲν ἀγορητὰς πάντας εἰπών, αὐτοὺς δὲ καὶ ἐπὶ συνέσει σεμνύνας. φησὶ γάρ· «πεπνυμένω ἄμφω». καὶ τάχα διὰ τοῦτο καὶ εἰς αὐτοὺς τὸ σχῆμα μετήλλαξε συνεξαλλοιῶν αὐτοῖς καὶ τὸν τοῦ λόγου σχηματισμόν. Ὅρα δὲ καί, ὡς ἐξ ἀποφάσεως πέπλεκται κύριον ὄνομα ὁ Οὐκαλέγων, ὡς εἴ τις εἴποι ὁ μηδενὸς ἀλέγων. οὕτω δὲ καὶ Ὀδυσσεύς που ἐξ ἀποφάσεως τὸν πλαστὸν Οὖτιν παρήγαγεν. εἰ δὲ καὶ τὸ Ὅμηρος ἐκ τοῦ μὴ ὁρᾶν παρῆκται κατά τινας, τῆς αὐτῆς ἂν εἴη ἀγωγῆς καὶ αὐτό. εἰς δὲ τὸ τὴν μετοχήν, ἤτοι τὸ ἀλέγων, μετενεχθήναι εἰς κύριον ὄνομα ἔστω παράδειγμα ὁμοιότητος καὶ τὸ Εὐέλθων κύριον παρὰ Ἡροδότῳ. ὁμοίου δέ τινος τύπου καὶ ὁ Ἀνακρέων καὶ ὁ Κρέων δέ, ἴσως δὲ καὶ ὁ Μαίων καὶ ὁ Παίων, ἐξ ὧν ἔθνη οἱ Μαίονες, ὅ ἐστι Λυδοί, καὶ οἱ Παίονες. Ἰστέον δέ, ὅτι ὁ μὲν Πρίαμος παρὰ τὸ πρίασθαι τὴν κλῆσιν ἔχει, ὡς ἐν ἄλλοις δηλοῦται. (v. 146)

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
