# Commentarii ad Homeri Iliadem 1.626

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.626

Ἀριστοτέλης δὲ βούλεται ἡμῶν ἕκαστον ἐπιλέγειν τῇ ἡδονῇ τοιοῦτόν τι οἷον «οὐ νέμεσις ἀμφ' ἡδονῇ πολλὰ πάσχειν, ἀλλὰ καὶ τοίη περ ἐοῦσα νεέσθω», ἢ οἰχέσθω, «μὴ ὀπίσω πῆμα ἡμῖν λίποιτο». [(v. 158) Ἰστέον δὲ καί, ὅτι τὸ αἰνῶς ἀντὶ τοῦ λίαν μεταληπτικόν τί ἐστιν. αἰνῶς μὲν γὰρ καὶ δεινῶς ταὐτόσημά εἰσιν. ἔστι δέ ποτε δεινῶς καὶ τὸ λίαν. καὶ αἰνῶς ἄρα ἀντὶ τοῦ λίαν.] Ἔτι ἰστέον καί, ὅτι τὸ «ἀθανάταις θεαῖς εἰς ὦπα ἔοικεν» ὡς ἀπὸ τῶν Ὁμηρικῶν λεγόμενον Μουσῶν ἀκουστέον. οὐ γὰρ αὐτὸς Ὅμηρος εἶδεν, οἷον ἔχουσιν εἶδος αἱ θεαί. ἢ καὶ τοιοῦτόν τι φαίνεται λέγειν, ὡς, ἐὰν θεαὶ εἰδοποιοῖντο, κατὰ τὴν Ἑλένην ἂν καὶ αὐταὶ εἶεν. καὶ τὸ μὲν Ὁμηρικὸν οὕτω σεμνὸν καὶ ὑψηλόν· σαφέστερον δὲ καὶ ἀνθρωπικώτερον τὸ τῆς Ἑλένης ἔδειξε κάλλος ὁ εἰπὼν τραγικός· «ἣν καλλίστην χρυσοφαὴς ἥλιος αὐγάζει». Ὦπα δὲ οὐ μόνους ἂν λέγοι τοὺς ὀφθαλμούς, ἀλλὰ τὴν ὅλην πρόσοψιν, ἥτις καὶ αὐτὴ ἀπὸ τῆς ὄψεως λέγεται, καθὰ καὶ τὸ μέτωπον καὶ τὸ πρόσωπον. ὅτι δὲ τὸ πᾶν τοῦ κάλλους οἱ ὀφθαλμοί εἰσι, δηλοῖ καὶ ὁ εἰπών, ὅτι διὰ καλῶν ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα. ἴσως δὲ τὸ «εἰς ὦπα» οὐδὲ μόνον τὸ πρόσωπον ἐνταῦθα δηλοῖ, ἀλλὰ τὴν ὅλην φυὴν τοῦ σώματος ἐκ τοῦ προσώπου φυσιογνωμονῶν. Σημείωσαι δέ, ὅτι διαφωνίας πολλῆς γενομένης τοῖς παλαιοῖς ἐπὶ τοῖς κατὰ τὴν Ἑλένην, Ὅμηρος μὲν καὶ οἱ συμφωνοῦντες αὐτῷ ἱστοροῦσι περὶ αὐτῆς, ὅσα οἴδαμεν, ἕτεροι δὲ οὐ τὴν Ἑλένην αὐτήν, εἴδωλον δὲ αὐτῆς εἰς Τροίαν ἀχθῆναι φάμενοι ὡς ἐν σκιαμαχίᾳ τὰ Τρωϊκὰ φαντάζονται. τούτων εἷς ὢν καὶ Ἡρόδοτος ἀρέσκεται μὴ εἶναι τὴν Ἑλένην ἐν Τροίᾳ. οὐ γὰρ οὕτω, φησί, φρενοβλαβεῖς οἱ Ἰλιεῖς ὥστε περὶ τῶν πάντων κινδυνεύοντες μὴ ἀποδοῦναι τὴν Ἑλένην ἢ ἑκόντος Ἀλεξάνδρου ἢ ἄκοντος. [ἀρέσκεται δὲ καὶ Εὐριπίδῃ οὕτως ἱστορεῖν, ὡς τὸ κατ' αὐτὸν δρᾶμα ἡ Ἑλένη δηλοῖ.] (v. 159 s.) Ὅρα δὲ καί, ὡς ἐνταῦθα δοκεῖ ἐφερμηνεύειν ὁ ποιητής, ὅπως ὁ γέρων, οἷς μέτεστιν, ἅμα πρόσω καὶ ὀπίσω βλέπει, ὅπως ἄριστα γένηται. οἱ γοῦν γέροντες ἐνταῦθα ἐπαινοῦσι μὲν τὸ πρόσω, ἤγουν τὸ παρὸν καλόν, τὴν Ἑλένην, δεδιότες δὲ περὶ τῶν ὀπίσω, ἤγουν περὶ τῷ μέλλοντι, φασίν· «ἀλλὰ καὶ ὣς τοίη περ ἐοῦσα ἐν νηυσὶ νεέσθω, μηδ' ἡμῖν τεκέεσσί τε ὀπίσσω πῆμα λίπηται». καὶ ὅρα, ὡς οἴδασι μέν, οἷα πεί-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
