# Commentarii ad Homeri Iliadem 1.629

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.629

τερος ἦν Μενελάου, μείζονος ὄντος ἄλλως καὶ ὑπερηρμένου ἐν τῷ ἵστασθαι. (v. 172) Ὅτι ἐν τῷ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε» αἰδῶ καὶ φόβον ἑαυτῇ πρὸς Πρίαμον ἡ Ἑλένη ἐπιμαρτύρεται, δι' ὧν ἡ τῶν ἐλαττόνων πρὸς τοὺς ὑπερέχοντας σχέσις συνέχεται. ἡ γὰρ ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ κεῖται καὶ φόβῳ, καὶ ταῦτά ἐστιν, ἃ σῴζει τὴν Ἑλένην ἐν Τροίᾳ. καλῶς γὰρ ἔφη ὁ εἰπών, ὅτι «δέος ᾧ πρόσεστιν αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο». Ἰστέον δέ, ὅτι αἰδοῖος μὲν ὁ ἐφελκόμενος τὴν ἐξ ἑτέρων αἰδῶ καὶ ἄξιος αἰδοῦς, αἰδήμων δὲ ὁ ἄλλους αἰδούμενος, αἰδύλος μέντοι παρὰ τοῖς ὕστερον ἀντιφραστικῶς ὁ θρασύς. καὶ ὅτι καὶ ὁ αἰδήμων αἰδοῖος ἐν Ὀδυσσείᾳ κεῖται, ὥστε διχῶς ὁ αἰδοῖος, ὁ αἰδοῦς τε ἄξιος, ὅθεν καὶ αἰδοίη ταμίη, καὶ ὁ αἰδούμενος, ὡς τὸ «κακὸν δ' αἰδοῖος ἀλήτης». καὶ ὅτι αἰδεῖται μὲν ἡ αἰδήμων Ἑλένη ὡς μὴ τῷ κουριδίῳ ἀνδρί συνοῦσα, δέδιε δὲ ὡς ὑπὸ τῶν ἄλλων μισουμένη, καθὰ ἐν τῇ ωʹ ῥαψῳδίᾳ δηλοῦται. Διπαθὴς δὲ λαγαροειδῶς ὁ ῥηθεὶς στίχος περὶ τὸ μέσον ἐν τῷ «φίλε ἑκυρέ». δυσὶ γὰρ ποσὶ σκάζει, ὧν ὁ μὲν ψευδοδάκτυλος, ὁ δὲ σπονδεῖος βίαιος. ἡ γὰρ λε συλλαβὴ ὡς μακρὰ λαμβανομένη διά τε τὴν προκειμένην ὀξεῖαν καὶ τὸ καταπεραιοῦν στιγμικῶς καὶ διὰ τὴν ἐπιφερομένην δασεῖαν δάκτυλον ἀπαρτίζει μετὰ τῶν ὑπ' αὐτὴν δύο συλλαβῶν, ἡ δὲ ἐφεξῆς ρε συλλαβὴ ὁμοίως ἐκτεινομένη τριχῇ λόγῳ κοινῆς συλλαβῆς διὰ τὸ ὀξέως τονοῦσθαι καὶ διὰ τὸ πέρας εἶναι λέξεως καὶ διὰ τὸ προκεῖσθαι τοῦ δέλτα, [δυναμένου καὶ αὐτοῦ τεχνικῶς ἐκτείνειν διὰ τὸ πεφυκέναι διπλασιάζεσθαι,] σπονδεῖον ἀποτελεῖ. καὶ οὕτως ἡ τοῦ μέτρου ποδικὴ ἐκθεραπεύεται χώλανσις. Περὶ δὲ τοῦ ἑκυρός, ὅ ἐστι πενθερός, ἑτέρωθι δηλοῦται, ὅπου καὶ περὶ ἑτέρων συγγενικῶν λέξεων. ὅτι δὲ καὶ συστέλλει τὴν παραλήγουσαν καὶ ὁ ἑκυρὸς καὶ τὸ αὐτοῦ θηλυκόν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
