# Commentarii ad Homeri Iliadem 1.639

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.639

ὥσπερ αὐτοῦ πάλιν τοῦ Ὀδυσσέως ὁ Ἀγαμέμνων. Σημείωσαι δὲ καί, ὅτι σολοικοφανὲς ἤγουν καινοπρεπὲς σχῆμα τὸ «ἄμφω δ' ἑζομένω γεραρώτερος ἦν Ὀδυσσεύς». ὤφειλε μὲν γὰρ καὶ ἠδύνατο εὐσυντάκτως εἰπεῖν «ἀμφοῖν δ' ἑζομένοιν». ὁ δὲ οὕτως ἔφρασε καινότερον διὰ τὸ ἄρξασθαι μὲν ὡς ἐν σχεδιασμῷ ἀπὸ εὐθείας δυϊκῆς, εἶτα μὴ ἔχειν ἓν κοινὸν ῥῆμα περὶ Ὀδυσσέως καὶ Μενελάου εἰπεῖν. οὐδὲ γὰρ ἦσαν ὁμοίως ἄμφω γεραροί. τοιοῦτον καὶ τὸ «σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησε» καὶ τὸ «οἱ δὲ δύο σκοπελοί, ὃ μὲν εἰς οὐρανὸν ἱκάνει» καὶ ἄλλα πολλά. (v. 208) Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καί, ὅτι φθάσας εἰπεῖν ὁ ῥήτωρ Ἀντήνωρ προαναφωνητικῶς τὸ «ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά» ἡρμήνευσεν ἐν τοῖς προσεχῶς ῥηθεῖσι τὴν φυὴν ἐν τῷ «στάντων μὲν Μενέλαος ὑπείρεχε» καὶ ἑξῆς, ὡς εἴρηται, ἵνα εἴη φυή μὴ μόνον ἡ φύσις καὶ ἡ εὐφυΐα, καθ' ἣν εὖ πέφυκέ τις πρὸς ἔργον, ἀλλὰ καὶ ἡ κατὰ σῶμα ὑπεροχὴ καὶ γεραρότης. καὶ οὕτω μὲν διεσάφησε τὴν φυὴν καὶ μάλιστα ἐν τῷ «οὐ τότε γε ὧδ' Ὀδυσῆος ἀγασάμεθα εἶδος ἰδόντες», ὡς καὶ τοῦ ἀγαστοῦ εἴδους φυῆς λεγομένου. Τὸ δὲ πυκνὰ μήδεα διερμηνεύων ἐπάγει τὰ εὐθὺς ῥηθησόμενα. (v. 213—24) Ὅτι Ἀντήνωρ ἐπαινῶν ὡς ῥήτωρ τὴν κατὰ Ὀδυσσέα καὶ Μενέλαον ῥητορείαν, ὡς καὶ ὁ βασιλεὺς Πρίαμος πρὸ βραχέων τὸν ὅμοιον Ἀγαμέμνονα, ἰδέαν λόγου καθυπογράφει τῷ μὲν Μενελάῳ διὰ νεότητα ἢ καὶ ὡς Λάκωνι στενήν, ταὐτὸν δ' εἰπεῖν γοργήν, τὰ καίρια μόνα ἐν βραχεῖ ἐπιλεγομένῳ, τὰ δὲ περιττὰ ἐπιτρέχοντι. λέγει γάρ· «ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον, ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μέν, ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδ' ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν». Τῷ δὲ Ὀδυσσεῖ πάνυ ἁδρὸν καὶ πυκνότητι νοημάτων ἐμπλατυνόμενον ἐμφαίνει τὸν χαρακτῆρα εἰπών· «ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος ἵει καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτα Ὀδυσσῆϊ γ' ἐρίσειε βροτὸς ἄλλος». καίτοι πρὸ τῆς δημηγορίας ζακότῳ ἐοικὼς καὶ ἀνεπιστήμονι, ὡς δηλοῖ πρὸ τούτων εἰπὼν τὸ «ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς, στάσκεν», ἤγουν ἵστατο, «ὑπαὶ δὲ ἴδεσκεν», ὅ ἐστιν ὑπεβλέπετο παρασύρων ἴσως τὸ βλέμμα λόγῳ βλοσυρότητος, «κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίης κεν ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην» καὶ ἑξῆς, ὡς προσεχῶς ἐγράφη. ἐν οἷς ὅρα, ὅτι τὸ «ἀλλ' ὅτε δή» τρὶς ἐτέθη κατ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
