# Commentarii ad Homeri Iliadem 1.640

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.640

ἐπαναφορὰν ἐν στίχων ἀρχαῖς. Φασὶ δ' ἐνταῦθα οἱ παλαιοί, ὅτι τρεῖς τρόποι ῥητορείας, ὁ ἀπολελυμένος καὶ βραχὺς καὶ περὶ τὰ καίρια ἔχων, οἷος ὁ τοῦ Μενελάου, ὃς ἐπιτρέχων τὰ πολλά, ὡς εἴρηται, μόνα λέγει τὰ καίρια. δεύτερος ὁ ὑψηλὸς καὶ καταπληκτικὸς καὶ μεστὸς ἐνθυμημάτων ἀθρόως λεγομένων, ὃν καὶ Δημοσθένης ζηλοῖ. καὶ τρίτος ὁ πιθανὸς καὶ πολλῶν πλήρης δογμάτων, οἷος ὁ τοῦ Νέστορος, οὗ ζηλωτὴς Ἰσοκράτης, ὃς τὸ γνωμολογικὸν καὶ σαφὲς ἐζήλωσε. (v. 212) Τῶν δὲ Ὁμηρικῶν λέξεων τὸ μὲν μύθους καὶ μήδεα διαφορὰν ἔχει, καθότι μῦθοι μὲν οἱ ἁπλῶς οὕτω λόγοι, μήδεα δὲ οἱ κατὰ συμβουλὴν λόγοι. δῆλον δέ, ὡς ὁμώνυμος λέξις καὶ τὰ μήδεα, δηλοῦσα νῦν μὲν βουλεύματα, ἐν ἄλλοις δὲ καὶ αἰδοῖα, τὰ παρὰ Ἡσιόδῳ μέζεα, ὧν προκατάρχει τὸ μέδω, ἤγουν ἄρχω, ἐξ οὗ μέδεα, ἀρχή τις ὄντα καὶ αὐτὰ ἐν τῷ ζῴῳ, καὶ κατὰ τροπὴν συνήθη μέζεα. Τὸ δέ «βουλὰς ὑφαίνειν» ἐκ μεταφορᾶς καὶ αὐτὸ εἴρηται συνθέσεως ὑφαινομένου ἱστοῦ. ὡς γὰρ ἡ τῆς κρόκης ἐκεῖ τῷ στήμονι ἐπισύνθεσις ἀποτελεῖ ὕφασμα, οὕτω καὶ λόγον ἡ συνθήκη τῶν λέξεων. εὑρήσει δέ τις καὶ τὸν ἐν Ὀδυσσείᾳ τῆς Πηνελόπης ἱστὸν διὰ τὴν τοιαύτην ὁμοιότητα εἰς φιλοσόφους λόγους ἐκλαμβανόμενον. Τὸ δέ «πᾶσιν ὕφαινον» δημοσίᾳ δημηγορεῖν ἐν Τροίᾳ τηνικαῦτα τὸν Ὀδυσσέα δηλοῖ. [Ἰστέον δέ, ὅτι τὸ καθ' Ὅμηρον ὑφαίνεσθαι λόγους ἠρέθισέ τινας τῶν ὑστέρων συντιθέναι στίχους ὡς ἐν τύπῳ ὑφάνσεως, οὓς καὶ ἱστοὺς ὠνόμαζον, ὧν ἕκαστος ἐν ἰσότητι γραμμάτων ἡπλωμένος κατὰ πλάτος μὲν ἄλλως ἀνεγινώσκετο, ἑτέρως δὲ κατὰ βάθος ἐν ἀνομοιότητι ἐννοιῶν. καὶ ἦν ἐν τοῖς τοιούτοις ἔπεσι τὸ μέν τι ὡσανεὶ στήμων, τὸ δὲ ὡς οἷον κρόκη.] (v. 213—5) Τὸ δὲ ἐπιτροχάδην ἀντὶ τοῦ κεφαλαιωδῶς, ταχέως, ἐσπευσμένως ἐν τῷ ἐπιτρέχειν τὰ πολλά. ὃ διασαφῶν φησι· «παῦρα», ἤγουν ὀλίγα. ἐπεὶ δὲ κακία πολλάκις λόγου καὶ ἀδυναμία τὸ βραχυλογεῖν, ἐπάγει· «ἀλλὰ μάλα λιγέως». εἰς πλέον δὲ τοῦτο ἐφερμηνεύων φησί· «ἐπεὶ οὐ πολύμυθος», ἢ διὰ Λακωνισμόν, ὡς εἴρηται, ἢ διά νεότητα. οὐκ εὔποροι γὰρ λέγειν οἱ νέοι. οὐ μὴν «οὐδ' ἀφαμαρτοεπής», ἤτοι ἁμαρτάνων ἐν τῷ λέγειν ἢ κατὰ νοήματος πιθανότητα ἢ κατὰ λέξιν καὶ τὰ περὶ αὐτήν, «εἰ καὶ γένει ὕστερος ἦεν», ἤτοι νέος, ὡς εἴρηται. τὸ γάρ «ἢ καὶ γένει ὕστερος ἦν» οὕτω διασαφοῦσιν οἱ παλαιοί, ὡς καὶ τὸ «ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν», ἀντὶ τοῦ «εἰ καὶ ἐγὼ αἰχμητής εἰμι». (v. 216) Τὸ δὲ ἀναΐξειε μέγεθός τε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
