# Commentarii ad Homeri Iliadem 1.65

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.65

δηλοῖ τινα ἐμμελῆ ἀποτελούμενον ὑπὸ τῆς ἡλιακῆς σφαίρας ἐν τῷ κινεῖσθαι, ὃ Πυθαγόρας μὲν ἤθελε ληρεῖν, ἄλλοι δὲ ἀνέτρεψαν, ζητητέον καὶ ἐν τοῖς Ἡρακλείτου εἰς τὸν Ὅμηρον. ὡς δὲ μόνος παρ' Ὁμήρῳ τοξότης ἐν θεοῖς Ἀπόλλων, καθὰ καὶ ἡ ἀδελφὴ Ἄρτεμις, ὁ Ὁμηρικὸς μῦθος οἶδε βοηθούμενος καὶ ὑπὸ ἀλληγορίας εἰς ὅσον ἐγχωρεῖ.] Ἰστέον δὲ καὶ ὅτι ὁ μῦθος οὐδεμίαν τῶν τεχνῶν ἀδέσποτον ἀφίησιν, ἀλλὰ πάσαις δαιμόνιά τινα ἐφιστᾷ, οἷον ταῖς χειρωνακτικαῖς τὴν Ἀθηνᾶν, ταῖς μαχίμοις τὸν Ἄρην, τὸν Ποσειδῶνα τῇ ναυτιλίᾳ. καὶ ἡ ἀλληγορία θεραπεύει τὰ τοιαῦτα, καθάπερ αὐτῇ δοκεῖ. καὶ αὐτὰ δὲ τὰ στοιχεῖα οὕτω πως ὁ μῦθος ἀπομερίζει, μέλεσθαι μὲν τὴν γῆν λέγων νύμφαις καὶ Δήμητρι, θάλασσαν δὲ ἀνιεὶς Ποσειδῶνι καὶ Τρίτωνι καὶ τοῖς ἀμφὶ τὸν Νηρέα, ὑπὸ τῷ Διῒ δὲ ποιῶν ὅσον ἀνώτερον. καὶ τί δεῖ τὰ τοῦ μύθου λέγειν, ὅπου γε τὸ τῆς ἀποτελεσματικῆς σοφίας περίεργον οὐδὲν ἀφῆκε τῶν περὶ γῆν, ὃ μὴ τέθεικεν ὑπὸ τῇ τῶν πλανήτων ἐπικρατείᾳ, οὐ μόνον περὶ τὰ μεγάλα φιλοτιμούμενον, ὧν ἓν καὶ τὰ μέταλλα, ἀλλὰ καὶ μέχρι αὐτῶν κρομύων καὶ σκορόδων σμικρολογούμενον. ὁ τοίνυν μῦθος οὕτω τὰ πάντα διανέμων προϊστᾷ καὶ τῆς τοξευτικῆς τέχνης τὸν Ἀπόλλωνα κοινωνὸν αὐτῷ διδοὺς καὶ τὴν Ἄρτεμιν. καὶ ἡ μὲν ἀλληγορία ταῦτα νοεῖ λέγεσθαι ἢ διὰ τὸ ἐν ἀκτινοβολίαις ἑκηβόλον τῶν τοιούτων ἀστέρων ἤγουν Ἀπόλλωνος ἡλίου καὶ Ἀρτέμιδος σελήνης ἢ καὶ ὅτι δοκοῦσιν οὗτοι συνεπαρήγειν τι τοῖς τοξεύουσιν. ὁ δὲ μῦθος οὐδὲν τοιοῦτον περιεργαζόμενος λέγει σωματικώτερον, ὅτι τε φαρέτραν ὁ Ἀπόλλων ἐνάπτεται καὶ τόξον χειρίζεται καὶ ὀϊστὸν ἀφίησι καὶ βάλλει καὶ οἱ βαλλόμενοι πίπτουσι καὶ πυκναὶ πυραὶ αὐτῶν καίονται. ἃ δὴ καὶ ἀποδέχεται Ἀρίσταρχος, ὥς φασιν οἱ παλαιοί. ἐκεῖνος γάρ, ὡς καὶ προείρηται, οὐδέν τι τῶν παρ' Ὁμήρῳ ἀλληγορεῖν ἤθελεν, οἷον τὸν Δία εἰς οὐρανὸν ἀνάγειν ἢ ἥλιον ἢ ἀέρα ἢ νοῦν, Ἀθηνᾶν δὲ εἰς φρόνησιν ἢ γῆν ἢ αἰθέρα, Ἥραν δὲ εἰς ἀέρα ἢ βασιλείαν, Ἄρην δὲ εἰς θυμὸν ἢ πόλεμον καὶ Ἥφαιστον εἰς πῦρ καὶ ἄλλους εἰς ἄλλα· ἀλλὰ πάντα κατὰ τὸ προφερόμενον καὶ προφαινόμενον τοῦ μύθου ἐνόει. εἰ δὲ καὶ τρόπος ποιητικὸς ἡ ἀλληγορία, ἀλλ' ἐκεῖνος ἀλληγορίαν ῥητορικὴν ἐνόει, τουτέστι σχῆμά τι ῥητορικὸν ἀλληγορίαν οὕτω καλούμενον, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (v. 47) Ὅτι τὸ «ὃ δ' ἤϊε νυκτὶ ἐοικώς» ἡ μὲν ἀλληγορία ἐπὶ Ἀπόλλωνος ἤγουν ἡλίου λέγει, ὡς ἐν τῷ καιρῷ τοῦ λοιμοῦ μὴ καθαρῶς ἀκτινοβολοῦντος μηδὲ φοίβου ὄντος ταῖς ἀκτῖσι κατὰ τὸ «ἡλίου φοίβῃ φλογί», ὃ δή φησιν Αἰσχύλος, ἀλλὰ διὰ τὴν παχύτητα τοῦ ἀέρος ἀμυδρὰν καὶ ἀμαυρὰν καὶ ζοφώδη

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
