# Commentarii ad Homeri Iliadem 1.676

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.676

Τροίᾳ ὀλιγίστους ἔχουσα τοὺς φιλοῦντας, καθὰ ἐν τῇ ωʹ ῥαψῳδίᾳ δηλοῦται, τυχὸν δὲ ὁμοίως καὶ παρὰ Ἕλλησιν. (v. 415) Ἰστέον δέ, ὅτι τοῦ τώς, ἤγουν οὕτως, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «τὼς αὐτοσφαγεῖς ὀλοίατο». ἐκ δὲ τούτου ἀποβολῇ τοῦ τ γίνεται τὸ ὥς, ὀξυνόμενον καὶ αὐτὸ ὁμοίως τῷ καθώς. (v. 404) Ὅτι καὶ ἐνταῦθα ἑαυτῆς ἡ Ἑλένη καταλέγει στυγερὴν ἑαυτὴν ἀποκαλοῦσα, ἤγουν μισητὴν ἢ φρικτήν. ταῦτα γὰρ δηλοῖ καὶ τὸ στυγεῖν ῥῆμα, ὡς πολλαχοῦ φαίνεται. φησὶ γάρ· «οὕνεκα δὴ Μενέλαος νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδε ἄγεσθαι». Ὅρα δέ, εἰ ταὐτὸν στυγερὴν Ἑλένην εἰπεῖν καὶ ῥιγεδανήν, καὶ εἴπερ ἐκ τῆς στυγερῆς πεπόρισται ἡ ῥιγεδανή. ἐπεὶ καὶ ἡ ἱστορουμένη πηγιμαία Στὺξ ψυχροτάτη παραδίδοται καὶ οἵα ποιεῖν ῥιγοῦν τὸν εἰς αὐτὴν βάψαντα. [καὶ ἡ κατὰ τὸν μῦθον δὲ Πλουτώνειος Στὺξ τῷ Ταρτάρῳ συγκατέψυκται, ἀφ' οὗ κατὰ τοὺς παλαιοὺς καὶ τὸ ταρταρίζειν ἐπὶ τῶν ἄγαν ῥιγούντων λέγεται.] (v. 405—12) Ὅτι πιθανολογῶν ὁ ποιητὴς τὴν τῆς Ἑλένης ἄρτι ταχεῖαν ἄφιξιν εἰς τὸν Πάριν πλάττει αὐτὴν σφοδρῶς τῇ Ἀφροδίτῃ προσφερομένην κἀκείνην αὖθις χολουμένην καὶ ἀπειλοῦσαν τὰ προσεχῶς ῥηθέντα, ἐφ' οἷς ἡ Ἑλένη θροηθεῖσα πείθεται ἀπελθεῖν ἔνθα καλεῖται. φησὶ γοῦν ἡ μὲν Ἑλένη οὕτω ἐπέκεινα τῶν προρρηθέντων «τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης· ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόειπε κελεύθους, μηδέ τι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, εἰς ὅ κέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. κεῖσε δ' ἐγὼν οὐκ εἶμι, νεμεσσητὸν δέ κεν εἴη, κείνου πορσυνέουσα λέχος· Τρῳαὶ δέ μ' ὀπίσω πᾶσαι μωμήσονται· ἔχω δ' ἄχε' ἄκριτα θυμῷ». καὶ ταῦτα μὲν τὰ τῆς Ἑλένης. (v. 414—8) Ἡ δὲ Ἀφροδίτη χολωσαμένη «μή μ' ἔρεθε», φησί, «σχετλίη» καὶ ἑξῆς, ὡς προγέγραπται. καὶ ὅρα, ὡς καὶ νέμεσιν ὑφορᾶται ἡ καλὴ Ἑλένη καὶ ἄχθεσθαι πολλὰ λέγει, ἐφ' οἷς κακῶς ἔπραξε, καὶ ὅτι νέμεσιν εἶναι ὑπογράφει τὸν ἐκ πάντων δίκαιον μῶμον. Τὸ δὲ δολοφρονεῖν ταὐτὸν τῷ ἠπεροπεύειν, ὃ πρὸ βραχέων τῆς Ἀφροδίτης ἡ Ἑλένη κατηγόρησε. Τὸ δέ «ἧσο παρ' αὐτὸν ἰοῦσα» καὶ τὸ «ὀΐζυε» μεμέρισται τὸ μὲν πρὸς τὸ «ἕως ἄλοχόν σε ποιήσεται», τὸ δὲ πρὸς τὸ «ἢ ὅ γε δούλην». ἀλόχου μὲν γὰρ τὸ παρακαθῆσθαι τῷ ἀνδρί, δούλης δὲ τὸ περὶ τὸν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
